- Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας. (Septuagint, Liber Sirach 26:29)
(70인역 성경, Liber Sirach 26:29)
- εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις καὶ ταῖσι Δηλίαισι τοῖς <τ> ἄλλοις θεοῖς, εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν τῷ τῶν γυναικῶν ἢ πικηρυκεύεται Εὐριπίδῃ Μήδοις <τ> ἐπὶ βλάβῃ τινὶ τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς προαγωγὸς οὖς ἐνετρύλλισεν τῷ δεσπότῃ ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει, ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε, ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή, ἢ καὶ δέχεται προδιδοῦς ἑταίρα τὸν φίλον, κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται, κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν ἀρᾶσθε, ταῖς δ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά. (Aristophanes, Thesmophoriazusae, Parodos, lyric 1:1)
(아리스토파네스, Thesmophoriazusae, Parodos, lyric 1:1)
- κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων, ἵν ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας. (Aristophanes, Peace, Choral, iambics8)
(아리스토파네스, Peace, Choral, iambics8)
- καὶ γὰρ οὑτοσὶ ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται. (Aristophanes, Peace, Episode15)
(아리스토파네스, Peace, Episode15)
- νὴ τὸν Ἀπόλλω καὶ μάλα πολλήν γ, ἐάνπερ πλησίον κάπηλος ᾖ. (Aristophanes, Lysistrata, Episode 1:19)
(아리스토파네스, Lysistrata, Episode 1:19)