- ἀλλ αἴρεται μὲν ἀσπὶς αὐτοῖς προδοσίας σημεῖον, ἐπιπλέουσι δὲ ταῖς Ἀθήναις ἐλπίζοντες αἱρήσειν καὶ καθ ἡσυχίαν Σούνιον κάμψαντες ὑπεραιωροῦνται Φαλήρων, οἱ δὲ πρῶτοι καὶ δοκιμώτατοι τῶν ἀνδρῶν προδιδόασιν ἀπεγνωκότες τὴν πόλιν: (Plutarch, De Herodoti malignitate, section 27 5:1)
(플루타르코스, De Herodoti malignitate, section 27 5:1)
- ὃ μὲν δὴ προσσχὼν ἐς Φάληρον τὴν στρατιὴν ἀπέβησε, οἱ δὲ Πεισιστρατίδαι προπυνθανόμενοι ταῦτα ἐπεκαλέοντο ἐκ Θεσσαλίης ἐπικουρίην: (Herodotus, The Histories, book 5, chapter 63 4:1)
(헤로도토스, The Histories, book 5, chapter 63 4:1)
- ἐπικειμένων γὰρ αὐτῶν Βοιωτοῖσι, ἐπιπλώσαντες μακρῇσι νηυσὶ ἐς τὴν Ἀττικὴν κατὰ μὲν ἔσυραν Φάληρον κατὰ δὲ τῆς ἄλλης παραλίης πολλοὺς δήμους, ποιεῦντες δὲ ταῦτα μεγάλως Ἀθηναίους ἐσικνέοντο. (Herodotus, The Histories, book 5, chapter 81 4:1)
(헤로도토스, The Histories, book 5, chapter 81 4:1)
- τοὺς δὲ τριηρίτας τοὺς ἕλκοντας ὑπὸ τούτων ἀλλοφρονῆσαι, παθόντας δὲ τοῦτο κτείνειν ἀλλήλους ἅτε πολεμίους, ἐς ὃ ἐκ πάντων ἕνα λειφθέντα ἀνακομισθῆναι αὐτὸν ἐς Φάληρον. (Herodotus, The Histories, book 5, chapter 85 3:2)
(헤로도토스, The Histories, book 5, chapter 85 3:2)
- οἱ δὲ βάρβαροι τῇσι νηυσὶ ὑπεραιωρηθέντες Φαλήρου, τοῦτο γὰρ ἦν ἐπίνειον τότε τῶν Ἀθηναίων, ὑπὲρ τούτου ἀνακωχεύσαντες τὰς νέας ἀπέπλεον ὀπίσω ἐς τὴν Ἀσίην. (Herodotus, The Histories, book 6, chapter 116 2:3)
(헤로도토스, The Histories, book 6, chapter 116 2:3)
- ἐν δ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων Καινέα τ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε Ὁπλέα τ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε Μόψον τ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος, Θησέα τ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν: (Hesiod, Shield of Heracles, Book Sh. 18:1)
(헤시오도스, 헤라클레스의 방패, Book Sh. 18:1)
- ἐπεὶ ὦν ἀπίκατο ἐς τὰς Ἀθήνας πάντες οὗτοι πλὴν Παρίων Πάριοι δὲ ὑπολειφθέντες ἐν Κύθνῳ ἐκαραδόκεον τὸν πόλεμον κῇ ἀποβήσεται, οἱ δὲ λοιποὶ ὡς ἀπίκοντο ἐς τὸ Φάληρον, ἐνθαῦτα κατέβη αὐτὸς Ξέρξης ἐπὶ τὰς νέας, ἐθέλων σφι συμμῖξαί τε καὶ πυθέσθαι τῶν ἐπιπλεόντων τὰς γνώμας. (Herodotus, The Histories, book 8, chapter 67 2:1)
(헤로도토스, The Histories, book 8, chapter 67 2:1)