- δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων. (Aristophanes, Clouds, Prologue 2:12)
(아리스토파네스, Clouds, Prologue 2:12)
- κἀκεῖνος μὲν ὕπατος, Γάιος δὲ δήμαρχος ἀπεδείχθη τὸ δεύτερον, οὐ παραγγέλλων οὐδὲ μετιών, ἀλλὰ τοῦ δήμου σπουδάσαντος. (Plutarch, Caius Gracchus, chapter 8 2:2)
(플루타르코스, Caius Gracchus, chapter 8 2:2)
- "πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἀποθέμενος ἐσθῆτα τήβενναν ἀναλαβὼν περιῄει κατὰ τὴν ἀγορὰν ἀρχαιρεσιάζων καὶ τοὺς μὲν δεξιούμενος, τοὺς δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν αὑτῷ τὴν ψῆφον, ποτὲ μὲν ὡς ἀγορανόμος γένηται, ποτὲ δὲ καὶ ὡς δήμαρχος, τυχὼν δὲ τῆς ἀρχῆς καὶ καθίσας ἐπὶ τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος διήκουε τῶν κατὰ τὴν ἀγορὰν γινομένων συναλλαγμάτων καὶ διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προθυμίας, ἐξ ὧν εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς: (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 19 3:29)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 19 3:29)
- διαφυγὼν δὲ τόν κίνδυνον ὁ Κλώδιος καὶ δήμαρχος αἱρεθείς εὐθὺς εἴχετο τοῦ Κικέρωνος, πάνθ ὁμοῦ πράγματα καὶ πάντας ἀνθρώπους συνάγων καὶ ταράττων ἐπ αὐτόν, τόν τε γὰρ δῆμον ᾠκειώσατο νόμοις φιλανθρώποις, καὶ τῶν ὑπάτων ἑκατέρῳ μεγάλας ἐπαρχίας ἐψηφίσατο, Πείσωνι μὲν Μακεδονίαν, Γαβινίῳ δὲ Συρίαν, πολλοὺς δὲ τῶν ἀπόρων συνέτασσεν εἰς τὸ πολίτευμα, καὶ δούλους ὡπλισμένους περὶ αὑτὸν εἶχε. (Plutarch, Cicero, chapter 30 1:1)
(플루타르코스, Cicero, chapter 30 1:1)
- ἐπεὶ δὲ ἤδη τῶν Ἰταλῶν ἐγκεκλικότων ἐμνηστεύοντο πολλοὶ τὸν Μιθριδατικὸν πόλεμον ἐν Ῥώμῃ διὰ τῶν δημαγωγῶν, παρὰ πᾶσαν ἐλπίδα Σουλπίκιος δήμαρχος, ἀνήρ θρασύτατος, παραγαγὼν Μάριον ἀπεδείκνυεν ἀνθύπατον στρατηγὸν ἐπὶ Μιθριδάτην. (Plutarch, Caius Marius, chapter 34 1:1)
(플루타르코스, Caius Marius, chapter 34 1:1)