- οὐδὲν εἶναι ὅτῳ ἀντέχει τὸ ὕδωρ, καὶ οὔτε τι νήχεσθαι ἐν αὐτῷ οὔτε τι ἐπιπλέειν, ἀλλὰ πάντα γὰρ ἐς βυσσὸν δύνετν: (Arrian, Indica, chapter 6 3:1)
(아리아노스, Indica, chapter 6 3:1)
- οὕτω δὴ ὁρεύμενα ἤδη κατὰ τὰς πρῴρας τῶν νεῶν τὰ κήτεα ἐς βυσσὸν δῦναι ἐκπλαγέντα, καὶ οὐ πολλῷ ὕστερον κατὰ τὰς πρύμνας ἀναδύντα ἀνασχεῖν καὶ τῆς θαλάσσης αὖθις ἀναφυσῆσαι ἐπὶ μέγα. (Arrian, Indica, chapter 30 6:1)
(아리아노스, Indica, chapter 30 6:1)
- τὸ δ ὑπὸ τοῦ ποιητοῦ λεγόμενον ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, ἣτε κατ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα ἔρχεται ὠμηστῇσιν ἐπ ἰχθύσι κῆρα φέρουσα: (Plutarch, De sollertia animalium, chapter, section 24 8:1)
(플루타르코스, De sollertia animalium, chapter, section 24 8:1)
- Καρφαλέος δίψει Φοίβου λάτρις εὖτε γυναικὸς εἶδεν ὑπὲρ τύμβου κρωσσίον ὀμβροδόκον, κλάγξεν ὑπὲρ χείλους, ἀλλ οὐ γένυς ἥπτετο βυσσοῦ. (Unknown, Greek Anthology, Volume III, book 9, chapter 2721)
(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 2721)
- τί δέ, ὅταν λέγῃ Ὅμηρος - ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ἵκανεν,ἥ τε κατ ἀγραύλοιο βοὸς κέρας ἐμμεμαυῖαἔρχεται ὠμηστῇσι μετ ἰχθύσι πῆμα φέρουσα: (Plato, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, 50:5)
(플라톤, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, 50:5)
- καὶ παῤ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, ἤνεγκαν. (Septuagint, Liber Exodus 35:23)
(70인역 성경, 탈출기 35:23)
- βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων Ἐλεισαὶ καὶ ἐγένετο περιβόλαιά σου. (Septuagint, Prophetia Ezechielis 27:7)
(70인역 성경, 에제키엘서 27:7)
- ἡ δὲ βύσσος ἡ ἐν τῇ Ἠλείᾳ λεπτότητος μὲν ἕνεκα οὐκ ἀποδεῖ τῆς Ἑβραίων, ἔστι δὲ οὐχ ὁμοίως ξανθή. (Pausanias, Description of Greece, , chapter 5 5:2)
(파우사니아스, Description of Greece, , chapter 5 5:2)
- ἄνθη δ εἰς αὐτὴν ἐνύφανται φοίνικι καὶ πορφύρᾳ μετὰ ὑακίνθου καὶ βύσσου πεποικιλμένα, στήμων δ ἐστὶ μόνη βύσσος. (Flavius Josephus, Antiquitates Judaicae, Book 3 194:1)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 3 194:1)
- ἥ τε γὰρ βύσσος τὴν γῆν ἀποσημαίνειν ἐοίκε διὰ τὸ ἐξ αὐτῆς ἀνεῖσθαι τὸ λίνον, ἥ τε πορφύρα τὴν θάλασσαν τῷ πεφοινῖχθαι τῶν ἰχθύων τῷ αἵματι, τὸν δὲ ἀέρα βούλεται δηλοῦν ὁ ὑάκινθος, καὶ ὁ φοῖνιξ δ ἂν εἰή τεκμήριον τοῦ πυρός. (Flavius Josephus, Antiquitates Judaicae, Book 3 228:2)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 3 228:2)