- "πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἀποθέμενος ἐσθῆτα τήβενναν ἀναλαβὼν περιῄει κατὰ τὴν ἀγορὰν ἀρχαιρεσιάζων καὶ τοὺς μὲν δεξιούμενος, τοὺς δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν αὑτῷ τὴν ψῆφον, ποτὲ μὲν ὡς ἀγορανόμος γένηται, ποτὲ δὲ καὶ ὡς δήμαρχος, τυχὼν δὲ τῆς ἀρχῆς καὶ καθίσας ἐπὶ τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος διήκουε τῶν κατὰ τὴν ἀγορὰν γινομένων συναλλαγμάτων καὶ διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προθυμίας, ἐξ ὧν εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς: (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 19 3:29)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 19 3:29)
- πρεσβύτερος γὰρ ὢν αὐτοῦ λαβεῖν ἀρχήν μόνος οὐκ ἠθέλησεν, ἀλλὰ τὸν ἐκείνου καιρὸν ἀναμείνας οὕτως ἐπηγάγετο τὸν δῆμον, ὥστε σὺν ἐκείνῳ μὴ παρὼν ἀγορανόμος αἱρεθῆναι. (Plutarch, Lucullus, chapter 1 6:2)
(플루타르코스, Lucullus, chapter 1 6:2)
- δικαίως δ ἂν ἐμοὶ δοκεῖ παθεῖν ὁτιοῦν, ὅστις οἰέται δεῖν, εἰ μέν τις ἀγορανόμος ἢ ἀστυνόμος ἢ δικαστὴς κατὰ δήμους γενόμενος κλοπῆς ἐν ταῖς εὐθύναις ἑάλωκεν, ἄνθρωπος πένης καὶ ἰδιώτης καὶ πολλῶν ἄπειρος καὶ κληρωτὴν ἀρχὴν ἄρξας, τούτῳ μὲν τὴν δεκαπλασίαν εἶναι, καὶ νόμον οὐδένα τοῖς τοιούτοις ἐπικουροῦντα τίθησιν: (Demosthenes, Speeches 21-30, 169:1)
(데모스테네스, Speeches 21-30, 169:1)
- Ζήλαρχος μὲν ὁ ἀγορανόμος εἰ μὲν ἀδικεῖ ὑμᾶς, οἴχεται ἀποπλέων οὐ δοὺς ὑμῖν δίκην: (Xenophon, Anabasis, , chapter 7 31:2)
(크세노폰, Anabasis, , chapter 7 31:2)
- δοκεῖν γὰρ ἅμα τἀδελφῷ καθεσταμένος ἀγορανόμος ἀναβαίνειν ἀπὸ τῆς ἀγορᾶς ὡς ἐπὶ τὴν οἰκίαν, ἐκείνην δὲ συναντᾶν αὐτοῖς εἰς τὰς θύρας καὶ περιπτύξασαν ἀσπάσασθαι. (Polybius, Histories, book 10, chapter 4 6:1)
(폴리비오스, Histories, book 10, chapter 4 6:1)