- δ ἶσος Θέτιδος παῖς ἠϋκόμοιο πάντες δ εἰσὶν ὁμῶς νεκύων ἀμενηνὰ κάρηνα, γυμνοί τε ξηροί τε κατ ἀσφοδελὸν λειμῶνα. (Lucian, Contemplantes, (no name) 22:13)
(루키아노스, Contemplantes, (no name) 22:13)
- Ἡ Θέτις μὲν ἤδη καὶ ὁ Πηλεὺς ἀπεληλύθεσαν ἐς τὸν θάλαμον ὑπὸ τῆς Ἀμφιτρίτης καὶ τοῦ Ποσειδῶνος παραπεμφθέντες, ἡ Ἔρις δὲ ἐν τοσούτῳ λαθοῦσα πάντας - ἐδυνήθη δὲ ῥᾳδίως, τῶν μὲν πινόντων, ἐνίων δὲ κροτούντων ἢ τῷ Ἀπόλλωνι κιθαρίζοντι ἢ ταῖς Μούσαις ᾀδούσαις προσεχόντων τὸν νοῦν - ἐνέβαλεν ἐς τὸ ξυμπόσιον μῆλόν τι πάγκαλον, χρυσοῦν ὅλον, ὦ Γαλήνη: (Lucian, Dialogi Marini, panope and galene, chapter 15)
(루키아노스, Dialogi Marini, panope and galene, chapter 15)
- διὰ τὸν ταύτης υἱὸν τῆς Θέτιδος: (Lucian, Dialogi Marini, xanthus and thalassa, chapter 1 1:1)
(루키아노스, Dialogi Marini, xanthus and thalassa, chapter 1 1:1)
- ταύτην λέγεται Θέτις ἀνεῖναι τῷ παιδί, καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα. (Arrian, Periplus Ponti Euxini, chapter 21 2:1)
(아리아노스, Periplus Ponti Euxini, chapter 21 2:1)
- θρήνοις δ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν, ἔπειτ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ. (Euripides, Rhesus, episode, antistrophe 1 4:17)
(에우리피데스, Rhesus, episode, antistrophe 1 4:17)
- Νηρῆος δ ἐγένοντο μεγήρατα τέκνα θεάων πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο, Πλωτώ τ Εὐκράντη τε Σαώ τ Ἀμφιτρίτη τε Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε Κυμοθόη Σπειώ τε Θόη θ Ἀλίη τ ἐρόεσσα Πασιθέη τ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια Ἱπποθόη τ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς Κυμοδόκη θ, ἣ κύματ ἐν ἠεροειδέι πόντῳ πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ, Κυμώ τ Ηιὄνη τε ἐυστέφανός θ Ἁλιμήδη Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα Εὐάρνη τε φυήν τ ἐρατὴ καὶ εἶδος ἄμωμος καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη Νησώ τ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε Νημερτής θ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο. (Hesiod, Theogony, Book Th. 28:1)
(헤시오도스, 신들의 계보, Book Th. 28:1)
- ἁλίοιο γέροντος, ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην, Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα γείνατ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. (Hesiod, Theogony, Book Th. 110:2)
(헤시오도스, 신들의 계보, Book Th. 110:2)
- Χαιρέτω τοιγαροῦν ἡ Θέτις: (Lucian, Dialogi deorum, 3:15)
(루키아노스, Dialogi deorum, 3:15)