- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

λευκώλενος?

First/Second declension Adjective; Transliteration: leukōlenos

Principal Part: λευκώλενος λευκώλενον

Structure: λευκωλεν (Stem) + ος (Ending)

Etym.: ὠλένη

Sense

  1. white-armed

Examples

  • πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευδε γενέθλη αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης, Ζεὺς μὲν ἀπ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης: (Colluthus, Rape of Helen, book 18)
  • τοῖα δ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη: (Colluthus, Rape of Helen, book 175)
  • καὶ φιλομειδῆ δὲ Ὅμηρος ποιήσει καὶ λευκώλενον καὶ ῥοδοδάκτυλον, καὶ ὅλως τῇ χρυσῇ Ἀφροδίτῃ εἰκάσει πολὺ δικαιότερον ἢ τὴν τοῦ Βρισέως. (Lucian, Imagines, (no name) 8:4)
  • καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς παῦσεν καλυκοστεφάνου σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου λισσόμενος πολέων τ αἰγῶν θυσίαισι πατὴρ καὶ βοῶν φοινικονώτων: (Bacchylides, , epinicians, ode 5 8:1)
  • λευκώλενε Καλλιόπα, στᾶσον εὐποίητον ἁρ´μα αὐτοῦ: (Bacchylides, , epinicians, ode 5 14:1)
  • δόξαν, ὦ χρυσαλάκατοι Χάριτες, πεισίμβροτον δοίητ, ἐπεὶ Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου Ζηνὸς εὐθαλὲς πέδον ὑμνεῖν, ὅθι μηλοδαΐκταν θρέψεν ἁ λευκώλενος Ἥρα περικλειτῶν ἀέθλων πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα. (Bacchylides, , epinicians, ode 9 1:1)
  • εἴπερ μ[ε κούρ]α Φοίνισσα λευκώλενος σοὶ τέκε, νῦν πρόπεμπ ἀπ οὐρανοῦ θ[οὰν πυριέθειραν ἀστραπὰν σᾶμ ἀρίγνωτον: (Bacchylides, , dithyrambs, ode 17 3:5)
  • τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ. (Hesiod, Theogony, Book Th. 32:5)
  • τῷ δὲ μετ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς ἔγχελυς, ἣ Διὸς εὔχετ ἐν ἀγκοίνῃσι μιγῆναι, ἐκ Κωπῶν,1 ὅθεν ἐγχέλεων γένος ἀγροτεράων, παμμεγέθης, ἣν οὔ κε δύ ἀνέρες ἀθλητῆρες, οἱοῖ ἄρ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο, ῥηιδίως ἐπ ἄμαξαν ἀπ οὔδεος ὀχλίσσειαν τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 12 8:5)

Synonyms

  1. white-armed

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION