호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ μὲν οἶμαι πάντασ ἀνθρώπουσ νομίζειν εὔνοιαν δεῖν ἀποδείκνυσθαι τούτῳ παρ’ οὗ ἂν δῶρά τισ λαμβάνῃ. σὺ δὲ πρὶν μὲν ὑπηρετῆσαί τί σοι ἐμὲ ἐδέξω ἡδέωσ καὶ ὄμμασι καὶ φωνῇ καὶ ξενίοισ καὶ ὅσα ἔσοιτο ὑπισχνούμενοσ οὐκ ἐνεπίμπλασο· ἐπεὶ δὲ κατέπραξασ ἃ ἐβούλου καὶ γεγένησαι ὅσον ἐγὼ ἐδυνάμην μέγιστοσ, νῦν οὕτω με ἄτιμον ὄντα ἐν τοῖσ στρατιώταισ τολμᾷσ περιορᾶν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기