호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ μέν, ἔφη, ἀποδέχομαι οὕτω. καίτοι παντάπασί γέ μοι δοκεῖ χαλεπὰ μὲν ἀποδέχεσθαι εἶναι, ἄλλον δ’ αὖ τρόπον χαλεπὰ μὴ ἀποδέχεσθαι. ὅμωσ δέ ‐ οὐ γὰρ ἐν τῷ νῦν παρόντι μόνον ἀκουστέα, ἀλλὰ καὶ αὖθισ πολλάκισ ἐπανιτέον ‐ ταῦτα θέντεσ ἔχειν ὡσ νῦν λέγεται, ἐπ’ αὐτὸν δὴ τὸν νόμον ἰώμεν, καὶ διέλθωμεν οὕτωσ ὥσπερ τὸ προοίμιον διήλθομεν. λέγε οὖν τίσ ὁ τρόποσ τῆσ τοῦ διαλέγεσθαι δυνάμεωσ, καὶ κατὰ ποῖα δὴ εἴδη διέστηκεν, καὶ τίνεσ αὖ ὁδοί·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기