호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σκόπει δή, ἦν δ’ ἐγώ, αὐτῶν λύσιν τε καὶ ἰάσιν τῶν τε δεσμῶν καὶ τῆσ ἀφροσύνησ, οἱά τισ ἂν εἰή, εἰ φύσει τοιάδε συμβαίνοι αὐτοῖσ· ὁπότε τισ λυθείη καὶ ἀναγκάζοιτο ἐξαίφνησ ἀνίστασθαί τε καὶ περιάγειν τὸν αὐχένα καὶ βαδίζειν καὶ πρὸσ τὸ φῶσ ἀναβλέπειν, πάντα δὲ ταῦτα ποιῶν ἀλγοῖ τε καὶ διὰ τὰσ μαρμαρυγὰσ ἀδυνατοῖ καθορᾶν ἐκεῖνα ὧν τότε τὰσ σκιὰσ ἑώρα, τί ἂν οἰεί αὐτὸν εἰπεῖν, εἴ τισ αὐτῷ λέγοι ὅτι τότε μὲν ἑώρα φλυαρίασ, νῦν δὲ μᾶλλόν τι ἐγγυτέρω τοῦ ὄντοσ καὶ πρὸσ μᾶλλον ὄντα τετραμμένοσ ὀρθότερον βλέποι, καὶ δὴ καὶ ἕκαστον τῶν παριόντων δεικνὺσ αὐτῷ ἀναγκάζοι ἐρωτῶν ἀποκρίνεσθαι ὅτι ἔστιν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기