호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν τοίνυν ὁ πατὴρ ἠπίστει τούτοισ, δῆλον ὅτι οὔτ’ ἂν τἄλλ’ ἐπέτρεπεν, οὔτ’ ἂν ἐκεῖν’ οὕτω καταλείπων αὐτοῖσ ἔφραζεν· ὥστε πόθεν ἴσασιν; εἰ δ’ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστ’ αὐτοῖσ τῶν χρημάτων ἐνεχείρισεν, τῶν δ’ οὐκ ἂν κυρίουσ ἐποίησεν. οὐδ’ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν παρέδωκεν, αὐτὴν δὲ ταύτην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκ’ ἠγγύησεν· οὐ γὰρ ἔχει λόγον, σῷσαι μὲν τὰ χρήματα δι’ ἐκείνησ ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων ταύτησ κἀκείνων κύριον ποιεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기