- 텍스트

Demosthenes, Speeches 21-30, Κατὰ Ἀριστογείτονος Α? 29:

(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστογείτονος Α 29:)

πάντα γὰρ τὰ σεμνὰ καὶ καλὰ καὶ δι ὧν ἡ πόλις κοσμεῖται καὶ σῴζεται, ἡ σωφροσύνη, ἡ πρὸς τοὺς γονέας καὶ τοὺς πρεσβυτέρους ὑμῶν παρὰ τῶν νέων αἰσχύνη, ἡ εὐταξία, τῇ τῶν νόμων προσθήκῃ τῶν αἰσχρῶν περίεστιν, τῆς ἀναισχυντίας, τῆς θρασύτητος, τῆς ἀναιδείας. ἰταμὸν γὰρ ἡ πονηρία καὶ τολμηρὸν καὶ πλεονεκτικόν, καὶ τοὐναντίον ἡ καλοκαγαθία ἡσύχιον καὶ ὀκνηρὸν καὶ βραδὺ καὶ δεινὸν ἐλαττωθῆναι. τοὺς νόμους οὖν δεῖ τηρεῖν καὶ τούτους ἰσχυροὺς ποιεῖν τοὺς ἀεὶ δικάζοντας ὑμῶν: μετὰ γὰρ τούτων οἱ χρηστοὶ τῶν πονηρῶν περίεισιν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION