호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπ Ἀνδροτίωνος κακῶς, ἅμα τῇ τε πόλει βοηθεῖν οἰέται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρ οἱό῀ς τ ὦ. συμβέβηκε δέ, πολλὰ καὶ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους Εὐκτήμονος ὑβρισμένου, ἐλάττω ταῦτ εἶναι τῶν ἐμοὶ γεγενημένων δι Ἀνδροτίωνος πραγμάτων. οὗτος μέν γ εἰς χρήματα καὶ τὸ παρ ὑμῶν ἀδίκως ἐκπεσεῖν ἐπεβουλεύθη: ἐμὲ δ οὐδ ἂν ἐδέξατο τῶν ὄντων ἀνθρώπων οὐδὲ εἷς, εἰ τὰ κατασκευασθένθ ὑπὸ τούτου παρ ὑμῖν ἐπιστεύθη.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기