호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίσ οὖν ἡ λαμπρότησ, ἢ τίνεσ αἱ λῃτουργίαι καὶ τὰ σέμν’ ἀναλώματα τούτου; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ, πλὴν εἰ ταῦτά τισ θεωρεῖ· οἰκίαν ᾠκοδόμηκεν Ἐλευσῖνι τοσαύτην ὥστε πᾶσιν ἐπισκοτεῖν τοῖσ ἐν τῷ τόπῳ, καὶ εἰσ μυστήρια τὴν γυναῖκ’ ἄγει, κἂν ἄλλοσέ ποι βούληται, ἐπὶ τοῦ λευκοῦ ζεύγουσ τοῦ ἐκ Σικυῶνοσ, καὶ τρεῖσ ἀκολούθουσ ἢ τέτταρασ αὐτὸσ ἔχων διὰ τῆσ ἀγορᾶσ σοβεῖ, κυμβία καὶ ῥυτὰ καὶ φιάλασ ὀνομάζων οὕτωσ ὥστε τοὺσ παριόντασ ἀκούειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기