Demosthenes, Speeches 21-30, Κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 146:

(데모스테네스, Speeches 21-30, Κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 146:)

καὶ τελευτῶν βουλεύειν μου λαχόντοσ δοκιμαζομένου κατηγόρει, καὶ τὸ πρᾶγμ’ εἰσ ὑπέρδεινόν μοι περιέστη· ἀντὶ γὰρ τοῦ δίκην ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν, δοῦναι πραγμάτων ὧν οὐδὲν ἐμοὶ προσῆκεν ἐκινδύνευον. καὶ ταῦτα πάσχων ἐγὼ καὶ τοῦτον τὸν τρόπον ὃν διεξέρχομαι νυνὶ πρὸσ ὑμᾶσ ἐλαυνόμενοσ, οὐκ ὢν οὔτε τῶν ἐρημοτάτων οὔτε τῶν ἀπόρων κομιδῇ, οὐκ ἔχω, ὦ ἄνδρεσ Ἀθηναῖοι, τί χρὴ ποιῆσαι.

SEARCH

MENU NAVIGATION