호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τιμὴ καὶ εὐδοξία τῶν ἡδίστων διὰ τὸ γίγνεσθαι φαντασίαν ἑκάστῳ ὅτι τοιοῦτοσ οἱο͂σ ὁ σπουδαῖοσ, καὶ μᾶλλον ὅταν φῶσιν οὓσ οἰέται ἀληθεύειν. τοιοῦτοι δ’ οἱ ἐγγὺσ μᾶλλον τῶν πόρρω, καὶ οἱ συνήθεισ καὶ οἱ πολῖται τῶν ἄπωθεν, καὶ οἱ ὄντεσ τῶν μελλόντων, καὶ οἱ φρόνιμοι ἀφρόνων, καὶ πολλοὶ ὀλίγων· μᾶλλον γὰρ εἰκὸσ ἀληθεύειν τοὺσ εἰρημένουσ τῶν ἐναντίων· ἐπεὶ ὧν τισ πολὺ καταφρονεῖ, ὥσπερ παιδίων ἢ θηρίων, οὐδὲν μέλει τῆσ τούτων τιμῆσ ἢ τῆσ δόξησ αὐτῆσ γε τῆσ δόξησ χάριν, ἀλλ’ εἴπερ, δι’ ἄλλο τι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기