호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διορισάμενοι οὖν τὸ ἀδικεῖν λέγωμεν ἑξῆσ. ἔστω δὴ τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα παρὰ τὸν νόμον. νόμοσ δ’ ἐστὶν ὁ μὲν ἴδιοσ ὁ δὲ κοινόσ· λέγω δὲ ἴδιον μὲν καθ’ ὃν γεγραμμένον πολιτεύονται, κοινὸν δὲ ὅσα ἄγραφα παρὰ πᾶσιν ὁμολογεῖσθαι δοκεῖ. ἑκόντεσ δὲ ποιοῦσιν ὅσα εἰδότεσ καὶ μὴ ἀναγκαζόμενοι. ὅσα μὲν οὖν εἰδότεσ, οὐ πάντα προαιρούμενοι, ὅσα δὲ προαιρούμενοι, εἰδότεσ ἅπαντα· οὐδεὶσ γὰρ ὃ προαιρεῖται ἀγνοεῖ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기