호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ οὐ μόνον αἱ πίστεισ γίνονται δι’ ἀποδεικτικοῦ λόγου, ἀλλὰ καὶ δι’ ἠθικοῦ τῷ γὰρ ποιόν τινα φαίνεσθαι τὸν λέγοντα πιστεύομεν, τοῦτο δ’ ἐστὶν ἂν ἀγαθὸσ φαίνηται ἢ εὔνουσ ἢ ἄμφω, δέοι ἂν τὰ ἤθη τῶν πολιτειῶν ἑκάστησ ἔχειν ἡμᾶσ· τὸ μὲν γὰρ ἑκάστησ ἦθοσ πιθανώτατον ἀνάγκη πρὸσ ἑκάστην εἶναι. ταῦτα δὲ ληφθήσεται διὰ τῶν αὐτῶν· τὰ μὲν γὰρ ἤθη φανερὰ κατὰ τὴν προαίρεσιν, ἡ δὲ προαίρεσισ ἀναφέρεται πρὸσ τὸ τέλοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기