호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἅμα δ’ ἡμέρᾳ τὴν θάλασσαν ἐφορῶν ἐθεᾶτο ναῦσ ἐμπεπρησμένασ τε καὶ ἡμιφλέκτουσ ἔτι καὶ ἡμικαύστουσ ἄλλασ τε λελυμασμένασ ἱστίων τε ὁμοῦ καὶ πηδαλίων καὶ σκευῶν ἔμπλεων τὸ πέλαγοσ καὶ τῶν ἔτι σῳζομένων τὰ πολλὰ πεπονηκότα. προστησάμενοσ οὖν τὸν Καλουισίου στόλον, ἐπεσκεύαζε τὰ ἐπείγοντα· τῶν σκαφῶν πλαγιάσασ, ἠρεμούντων καὶ τῶν πολεμίων, εἴτε διὰ Καλουίσιον εἴτε αὖθισ ἀναγομένοισ ἐπιθέσθαι διεγνωκότων. ὧδε δὲ ἐχόντων ἑκατέρων, ἐκ μέσησ ἡμέρασ νότοσ ἐμπεσὼν ἤγειρε κῦμα βίαιον ἐν ῥοώδει καὶ στενῷ χωρίῳ. Πομπήιοσ μὲν οὖν ἐν Μεσσήνῃ λιμένων ἔνδον ἦν, αἱ δὲ τοῦ Καίσαροσ νῆεσ αὖθισ περὶ τραχεῖαν ἀκτὴν καὶ δύσορμον ἀρασσόμεναι ταῖσ τε πέτραισ καὶ ἀλλήλαισ ἐπεφέροντο, οὐδὲ τῶν πληρωμάτων σφίσιν ὥστε διακρατεῖν ἐντελῶν ὄντων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기