호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Καῖσαρ περὶ τῶν συμβεβηκότων ἀμφὶ τῇ Κύμῃ πυθόμενοσ ἐξέπλει τὸν πορθμόν, ὑπαντήσων τῷ Καλουισίῳ. ἀνύσαντι δ’ αὐτῷ τοῦ πόρου τὸ πλέον καὶ Στυλίδα ἤδη παραπλέοντι καὶ ἐσ τὸ Σκύλλαιον ἐπικάμπτοντι, ἐκθορὼν ἐκ τῆσ Μεσσήνησ ὁ Πομπήιοσ ἐξήπτετο τῶν ὑστάτων καὶ τὰσ πρόπλουσ ἐδίωκε καὶ πάσαισ ἐνέβαλλε καὶ ἐσ μάχην προυκαλεῖτο. αἱ δὲ καίπερ ἐνοχλούμεναι ἐσ μὲν ναυμαχίαν οὐκ ἐπέστρεφον, Καίσαροσ οὐκ ἐῶντοσ, εἴτε δείσαντοσ ἐν στενῷ ναυμαχεῖν εἴτ’ ἐπιμένοντοσ οἷσ ἀπ’ ἀρχῆσ διεγνώκει, μὴ ναυμαχεῖν δίχα τοῦ Καλουισίου· γνώμῃ δὲ αὐτοῦ παρά τε τὴν γῆν ὑπεχώρουν ἅπασαι καὶ ἐπ’ ἀγκυρῶν ἐσάλευον καὶ κατὰ πρῷραν ἀπεμάχοντο τοὺσ ἐπιόντασ. Δημοχάρουσ δ’ ἐπιστήσαντοσ δύο ναῦσ περὶ ἑκάστην ἐθορυβοῦντο ἤδη, πρόσ τε τὰσ πέτρασ ἀρασσόμεναι καὶ πρὸσ ἀλλήλασ, θαλάσσησ τε ἐνεπίμπλαντο· καὶ διεφθείροντο μετὰ ἀργίασ καὶ αἵδε ὥσπερ αἱ περὶ Κύμην, ὁρμοῦσαί τε καὶ ἐμβαλλόμεναι πρὸσ ἐχθρῶν ἐπιπλεόντων καὶ ἀναχωρούντων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기