호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτο τοίνυν νομίζετε ταὐτὸ καὶ τοῖσ Χερρόνησον οἰκοῦσι τῶν πολιτῶν συμφέρειν, μηδέν’ εἶναι τῶν Θρᾳκῶν ἰσχυρόν· ἡ γὰρ ἐκείνων πρὸσ ἀλλήλουσ ταραχὴ καὶ ὑποψία φρουρὰ Χερρονήσου μεγίστη τῶν πασῶν ἐστιν καὶ βεβαιοτάτη. τὸ τοίνυν ψήφισμα τουτὶ τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάλειαν διδόν, τοῖσ δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖσ φόβον καὶ δέοσ μή τιν’ αἰτίαν ἔχωσι παριστάν, τοὺσ μὲν ἀσθενεῖσ, τὸν δ’ ἕν’ ὄντ’ ἰσχυρὸν καθίστησιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기