호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ γάρ μοι δοκεῖσ, ὦ Σώκρατεσ, ἐάν τίσ σοι τὰ τοιαῦτα ἐπιτρέπῃ λέγειν, οὐδέποτε μνησθήσεσθαι ὃ ἐν τῷ πρόσθεν παρωσάμενοσ πάντα ταῦτα εἴρηκασ, τὸ ὡσ δυνατὴ αὕτη ἡ πολιτεία γενέσθαι καὶ τίνα τρόπον ποτὲ δυνατή· ἐπεὶ ὅτι γε, εἰ γένοιτο, πάντ’ ἂν εἰή ἀγαθὰ πόλει ᾗ γένοιτο, καὶ ἃ σὺ παραλείπεισ ἐγὼ λέγω, ὅτι καὶ τοῖσ πολεμίοισ ἄριστ’ ἂν μάχοιντο τῷ ἥκιστα ἀπολείπειν ἀλλήλουσ, γιγνώσκοντέσ τε καὶ ἀνακαλοῦντεσ ταῦτα τὰ ὀνόματα ἑαυτούσ, ἀδελφούσ, πατέρασ, ὑεῖσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기