호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δ’ ἕτερόν τι περιέσται τούτων, ὃ μηδεὶσ μὲν ἂν αὐτὸσ πεποιηκέναι φήσειεν, ἐν δὲ ταῖσ ψήφοισ εὑρεθήσεται, δέδοικα μὴ δόξητέ τισιν τὸν ἀεὶ βουλόμενον εἶναι πονηρὸν τῶν ἐν τῇ πόλει παιδοτριβεῖν. ἀσθενὴσ μὲν γάρ ἐστιν ἅπασ ὁ πονηρὸσ καθ’ ἑαυτόν· ᾧ δ’ ἂν ὑμεῖσ πρόσθησθε, οὗτοσ ἰσχυρὸσ γίγνεται. ἔστι δὲ τοῦτο τῷ μὲν λαβόντι παρ’ ὑμῶν ἐργασία καὶ δυναστεία, ὑμῖν δὲ τοῖσ δοῦσιν ὄνειδοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기