Plutarch, Lives, chapter 17 2:

(플루타르코스, Lives, chapter 17 2:)

οἱ δὲ δήμαρχοι τοῦ Μαρκίου τὴν αἰτίαν ἐποιοῦντο, καὶ πέμποντεσ ἐκάλουν αὐτὸν ἀπολογησόμενον. ὡσ δὲ πρὸσ ὕβριν τοὺσ πεμφθέντασ ἐξήλασεν ὑπηρέτασ, αὐτοὶ μετὰ τῶν ἀγορανόμων ἧκον ἄξοντεσ βίᾳ τὸν ἄνδρα, καὶ τοῦ σώματοσ ἐπελαμβάνοντο. συστάντεσ δ’ οἱ πατρίκιοι τοὺσ μὲν δημάρχουσ ἀπετρίψαντο, τοῖσ δ’ ἀγορανόμοισ καὶ πληγὰσ ἐνέβαλον.

SEARCH

MENU NAVIGATION