호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰδὼν γὰρ πρῶτον προσειπάτω τινὰ φιλικῶσ ὅ τε ἄρχων καὶ ὁ ἰδιώτησ· ἐν τούτῳ τὴν ποτέρου πρόσρησιν μᾶλλον εὐφραίνειν τὸν ἀκούσαντα νομίζεισ; ἴθι δὴ ἐπαινεσάντων ἀμφότεροι τὸν αὐτόν· τὸν ποτέρου δοκεῖσ ἔπαινον ἐξικνεῖσθαι μᾶλλον εἰσ εὐφροσύνην; θύσασ δὲ τιμησάτω ἑκάτεροσ· τὴν παρὰ ποτέρου τιμὴν μείζονοσ ἂν χάριτοσ δοκεῖσ τυγχάνειν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기