호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς τὰς αὐτάς οὐκ ἴδε Τερψιχόρην ὁ ζωγράφος, ἀλλ ὑπὸ τέχνας ψεύδεται ὀφθαλμοὺς δείκελον ἀτρεκίῃ.? εἴ ποτε τερψινόοιο, φίλος, φόρμιγγος ἀκούσῃς, τὴν Ἐρατὼ θαύμαζε τόσης εἰδήμονα τέχνης. Εὐτέρπη δονάκεσσι πολυτρήτοισι λιγαίνει, πνεῦμα σοφῆς ὀχετηγὸν ἐπισπείρουσα μελίσσης. κωμικὸν ἀμφιέπω Θάλεια μέλος, ἔργα δὲ φωτῶν οὐχ ὁσίων θυμέλῃσι φιλοκροτάλοισιν ἀθύρω. εἰκόνα σῆς σοφίης ποτιδέρκεο: Καλλιόπης γὰρ εἰκόνα σῇ κραδίῃ λάμβανε τὴν σοφίην. Δαφνοκόμοις Φοίβοιο παρὰ τριπόδεσσι πολεύω Κλειώ, μαντοσύνης Μοῦσα καὶ ἱστορίης.
Οὐρανίη ψήφοιο θεορρήτῳ τινὶ μέτρῳ ἀστρῴην ἐδίδαξα παλινδίνητον ἀνάγκην. σκέπτεο χαλκεόφωνον ἐπισπέρχουσαν ἀοιδὴν Μελπομένην, ἐρατῆς ἵστορα εὐεπίης.
σιγῶ, φθεγγομένη παλάμης θελξίφρονα παλμόν, νεύματι φωνήεσσαν ἀπαγγέλλουσα σιωπήν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기