- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 362

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 362)

ἱμερόεις Ἀλφειέ, Διὸς στεφανηφόρον ὕδωρ, ὃς διὰ Πισαίων πεδίων κεκονιμένος ἑρ´πεις, ἡσύχιος τὸ πρῶτον, ἐπὴν δ ἐς πόντον ἵκηαι, ὀξὺς ἀμετρήτοιο πεσὼν ὑπὸ κῦμα θαλάσσης, νυμφίος αὐτοκέλευθος ἑῶν ὀχετηγὸς ἐρώτων, ἐς Σικελὴν Ἀρέθουσαν ἐπείγεαι ὑγρὸς ἀκοίτης, ἡ δέ σε κεκμηῶτα καὶ ἀσθμαίνοντα λαβοῦσα, φῦκος ἀποσμήξασα καὶ ἄνθεα πικρὰ θαλάσσης, χείλεα μὲν στομάτεσσι συνήρμοσεν:? οἱᾶ δὲ νύμφη νυμφίον ἀμφιχυθεῖσα περίπλοκον ἡδέι δεσμῷ κείμενον ἐν κόλποισιν Ὀλύμπιον εὔνασεν ὕδωρ καὶ φονίᾐ ῥαθάμιγγι λιβὰς κατεκίρνατο πηγή. οὐδὲ Συρακοσίης ἔτι σοι μέλεν ἵμερος εὐνῆς: πορφυρέᾐ δ ἀνέκοπτες ὕδωρ πεπιεσμένον αἰδοῖ, φειδόμενος καὶ πόντον ὁμοῦ καὶ λέκτρα μιῆναι.

πολλάκι δ εὐναίων ὀάρων βεβιημένος ὁρμῇ, αὐτὴν ἐς φιλότητα χυτῆς ἀλόχοιο περήσας, ἑστήκεις ἄχραντον ὁρῶν Ἀρεθούσιον ὕδωρ:

ἡ δέ σε παπταίνουσα Πελωριάδος κατὰ πέτρης δάκρυσι κυμαίνοντα, κατοικτείρουσα καὶ αὐτὴ εὐειδὴς Ἀρέθουσα φίλους ἀνεκόπτετο μαζούς, καὶ δρόσος οἱᾶ ῥόδοισιν ἐτήκετο: μυρομένῳ δὲ Πισαίῳ ποταμῷ Σικελὴ προσεμύρετο πηγή.

Ἑλλάδος ἀμώων ἄγαμον στάχυν, ᾧ ἔπι πολλαὶ ἡρώων ἄλοχοι, μινυώρια τέκνα τεκοῦσαι μαψιδίως ὠδῖνας ἀνεκλαύσαντο γυναῖκες.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION