호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δὲ τοιοῦτος ὁ αἰσχροκερδής, οἱο῀ς ἑστιῶν ἄρτους ἱκανοὺς μὴ παραθεῖναι. καὶ δανείσασθαι παρὰ ξένου παρ αὑτῷ καταλύοντος.
καὶ διανέμων μερίδας φῆσαι δίκαιον εἶναι διμοιρίαν τῷ διανέμοντι δίδοσθαι καὶ εὐθὺς αὑτῷ νεῖμαι.
καὶ οἰνοπωλῶν κεκραμένον τὸν οἶνον τῷ φίλῳ ἀποδόσθαι.
καὶ ἐπὶ θέαν τηνικάδε πορεύεσθαι ἄγων τοὺς υἱεῖς, ἡνίκα προῖκ ἀφιᾶσιν οἱ θεατρῶναι.
καὶ ἀποδημῶν δημοσίᾳ τὸ μὲν ἐκ τῆς πόλεως ἐφόδιον οἴκοι καταλιπεῖν, παρὰ δὲ τῶν συμπρεσβευτῶν δανείζεσθαι:
καὶ τῷ ἀκολούθῳ ἐπιθεῖναι μεῖζον φορτίον ἢ δύναται φέρειν καὶ ἐλάχιστα ἐπιτήδεια τῶν ἄλλων παρέχειν: καὶ τῶν ξενίων τὸ μέρος τὸ αὑτοῦ ἀπαιτήσας ἀποδόσθαι: καὶ ἀλειφόμενος ἐν τῷ βαλανείῳ καὶ εἰπών:
σαπρόν γε τὸ ἔλαιον ἐπρίω, ὦ παιδάριον τῷ ἀλλοτρίῳ ἀλείφεσθαι. φήσας τὸν Ἑρμῆν.
καὶ θοἰμάτιον ἐκδοῦναι πλῦναι καὶ χρησάμενος παρὰ γνωρίμου ἐφελκύσαι πλείους ἡμέρας, ἑώς ἂν ἀπαιτηθῇ. καὶ τὰ τοιαῦτα: ἀποψῶν.
ὑποπρίασθαι φίλου δοκοῦντος πρὸς τρόπου τι ὠνεῖσθαι, εἶτα λαβὼν ἀποδόσθαι: ἀμέλει δὲ καὶ χρέος ἀποδιδοὺς τριάκοντα μνῶν ἔλαττον τέτταρσι δραχμαῖς ἀποδοῦναι.
ἐκτίνῃ.
καὶ παρὰ παιδὸς κομιζόμενος ἀποφορὰν τοῦ χαλκοῦ τὴν ἐπικαταλλαγὴν προσαπαιτεῖν, καὶ λογισμὸν δὲ λαμβάνων παρὰ τοῦ χειρίζοντος. καὶ φράτορας ἑστιῶν αἰτεῖν τοῖς ἑαυτοῦ παισὶν ἐκ τοῦ κοινοῦ ὄψον, τὰ δὲ καταλειπόμενα ἀπὸ τῆς τραπέζης ἡμίση τῶν ῥαφανίδων ἀπογράφεσθαι, ἵν οἱ διακονοῦντες παῖδες μὴ λάβωσι.
συναποδημῶν δὲ μετὰ γνωρίμων χρήσασθαι τοῖς ἐκείνων παισί, τὸν δὲ ἑαυτοῦ ἔξω μισθῶσαι καὶ μὴ ἀναφέρειν εἰς τὸ κοινὸν τὸν μισθόν.
ἀμέλει δὲ καὶ συναγόντων παρ αὐτῷ, ὑποθεῖναι τῶν παρ ἑαυτοῦ διδομένων ξύλων καὶ φακῶν καὶ ὄξους καὶ ἁλῶν καὶ ἐλαίου τοῦ εἰς τὸν λύχνον.
μὴ προπέμψῃ προσφοράν.
καὶ παρὰ τῶν γνωρίμων τοιαῦτα κίχρασθαι, ἃ μήτ ἂν ἀπαιτήσαι μήτ ἂν ἀποδιδόντων ταχέως ἄν τις κομίσαιτο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기