- 텍스트

Theophrastus, Characters, Ὑπερηφανίας ΚΔ?

(테오프라스토스, Characters, Ὑπερηφανίας ΚΔ)

ἀπὸ δείπνου ἐντεύξεσθαι φάσκειν ἐν τῷ περιπατεῖν. καὶ εὖ ποιήσας μεμνῆσθαι φάσκειν. καὶ βαδίζων ἐν ταῖς ὁδοῖς τὰς διαίτας κρίνειν ἐν τάχει τοῖς ἐπιτρέψασι.

καὶ χειροτονούμενος ἐξόμνυσθαι τὰς ἀρχάς, οὐ φάσκων σχολάζειν.

καὶ προσελθεῖν πρότερος οὐδενὶ θελῆσαι.

ἡμέρᾳ.

καὶ ἐν ταῖς ὁδοῖς πορευόμενος μὴ λαλεῖν τοῖς ἐντυγχάνουσι κάτω κεκυφώς, ὅταν δὲ αὐτῷ δόξῃ, ἄνω πάλιν. καὶ ἑστιῶν τοὺς φίλους αὐτὸς μὴ συνδειπνεῖν, ἀλλὰ τῶν ὑφ αὑτόν τινι συντάξαι αὐτῶν ἐπιμελεῖσθαι.

καὶ προαποστέλλειν δέ, ἐπὰν πορεύηται, τὸν ἐροῦντα, ὅτι προσέρχεται.

ἐᾶσαι ἂν εἰσελθεῖν.

ἀμέλει δὲ καὶ λογιζόμενος πρός τινα τῷ παιδὶ συντάξαι τὰς ψήφους διωθεῖν καὶ κεφάλαιον ποιήσαντι γράψαι αὑτῷ εἰς λόγον. καὶ ἐπιστέλλων μὴ γράφειν, ὅτι χαρίζοιο ἄν μοι, ἀλλ ὅτι βούλομαι γενέσθαι καὶ ἀπέσταλκα πρὸς σὲ ληψόμενος καὶ ὅπως ἄλλως μὴ ἔσται καὶ τὴν ταχίστην.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION