Theophrastus, Characters, Μικροφιλοτιμίασ ΚΑ’ 11:

(테오프라스토스, Characters, Μικροφιλοτιμίασ ΚΑ’ 11:)

ἀμέλει δὲ καὶ συνδιοικήσασθαι παρὰ τῶν πρυτάνεων, ὅπωσ ἀπαγγείλῃ τῷ δήμῳ τὰ ἱερά, καὶ παρεσκευασμένοσ λαμπρὸν ἱμάτιον καὶ ἐστεφανωμένοσ παρελθὼν εἰπεῖν· ’ὦ ἄνδρεσ Ἀθηναῖοι, ἐθύομεν οἱ πρυτάνεισ [τὰ ἱερὰ] τῇ Μητρὶ τῶν θεῶν τὰ Γαλάξια, καὶ τὰ ἱερὰ καλά, καὶ ὑμεῖσ δέχεσθε τὰ ἀγαθά’. καὶ ταῦτα ἀπαγγείλασ ἀπιὼν διηγήσασθαι οἴκαδε τῇ αὑτοῦ γυναικί, ὡσ καθ’ ὑπερβολὴν εὐημέρει.

SEARCH

MENU NAVIGATION