호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καθεύδοντα εἰσελθών, ἵνα αὐτῷ λαλῇ. καὶ ἀνάγεσθαι δὴ μέλλοντας κωλύειν. ἂν περιπατήσῃ.
πανουργιῶν τοῦ πάππου καλῶν.
καὶ ἐσθίων δὲ ἅμα διηγεῖσθαι, ὡς ἐλλέβορον πιὼν ἄνω καὶ κάτω καθαρθείη καὶ ζωμοῦ τοῦ παρακειμένου ἐν τοῖς ὑποχωρήμασιν αὑτῷ μελαντέρα εἰή ἡ χολή. καὶ ἐρωτῆσαι δὲ δεινὸς ἐναντίον τῶν οἰκείων: Εἴπ ὦ μάμμη, ὅτ ὤδινες καὶ ἔτικτές με, τίς ἡμέρα·
καὶ ὑπὲρ αὐτῆς δὲ λέγειν ὡς ἡδύ ἐστι, καὶ ἀμφότερα δὲ οὐκ ἔχοντα οὐ ῥᾴδιον ἄνθρωπον λαβεῖν.
καὶ ὅτι ψυχρὸν ὕδωρ ἐστὶ παρ αὑτῷ λακκαῖον: καὶ ὡς κῆπος λάχανα πολλὰ ἔχων καὶ ἁπαλά [ὥστε εἶναι ψυχρόν]:
καὶ μάγειρος εὖ τὸ ὄψον σκευάζων: καὶ ὅτι ἡ οἰκία αὐτοῦ πανδοκεῖόν ἐστι: μεστὴ γάρ ἐστι: καὶ τοὺς φίλους αὐτοῦ εἶναι τὸν τετρημένον πίθον: εὖ ποιῶν γὰρ αὐτοὺς οὐ δύνασθαι ἐμπλῆσαι. καὶ ξενίζων δὲ δεῖξαι τὸν παράσιτον αὐτοῦ, ποῖός τίς ἐστι, τῷ συνδειπνοῦντι:
καὶ παρακαλῶν δὲ ἐπὶ τοῦ ποτηρίου εἰπεῖν, ὅτι τὸ τέρψον τοὺς παρόντας παρεσκεύασται, καὶ ὅτι αὐτήν, ἐὰν κελεύσωσιν, ὁ παῖς μέτεισι παρὰ τοῦ πορνοβοσκοῦ ἤδη, ὅπως πάντες ὑπ αὐτῆς αὐλώμεθα καὶ εὐφραινώμεθα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기