- 텍스트

Theophrastus, Characters, Ἀπιστίας ΙΗ?

(테오프라스토스, Characters, Ἀπιστίας ΙΗ)

πάντων, ὁ δὲ ἄπιστος τοιοῦτός τις, οἱο῀ς ἀποστείλας τὸν παῖδα ὀψωνήσοντα ἕτερον παῖδα πέμπειν τὸν πευσόμενον, πόσου ἐπρίατο. καὶ φέρων αὐτὸς τὸ ἀργύριον [καὶ] κατὰ στάδιον καθίζων ἀριθμεῖν πόσον ἐστίν.

καὶ τὴν γυναῖκα τὴν αὑτοῦ ἐρωτᾶν κατακείμενος, εἰ κέκλεικε τὴν κιβωτόν, καὶ εἰ σεσήμανται τὸ κυλιούχιον, καὶ εἰ ὁ μοχλὸς εἰς τὴν θύραν τὴν αὐλείαν ἐμβέβληται: καὶ ἂν ἐκείνη φῇ, μηδὲν ἧττον αὐτὸς ἀναστὰς γυμνὸς ἐκ τῶν στρωμάτων καὶ ἀνυπόδητος τὸν λύχνον ἅψας ταῦτα πάντα περιδραμὼν ἐπισκέψασθαι καὶ οὕτω μόλις ὕπνου τυγχάνειν.

καὶ τοὺς ὀφείλοντας αὑτῷ ἀργύριον μετὰ μαρτύρων ἀπαιτεῖν τοὺς τόκους, ὅπως μὴ δύναιντο ἔξαρνοι γενέσθαι.

καὶ τὸ ἱμάτιον δὲ ἐκδοῦναι δεινὸς οὐχ ὃς ἂν βέλτιστα ἐργάσηται, ἀλλ ὅταν ᾖ ἄξιος ἐγγυητὴς τοῦ κναφέως.

καὶ ὅταν ἥκῃ τις αἰτησόμενος ἐκπώματα, μάλιστα μὲν μὴ δοῦναι, ἂν δ ἄρα τις οἰκεῖος ᾖ καὶ ἀναγκαῖος, μόνον οὐ πυρώσας καὶ στήσας καὶ σχεδὸν ἐγγυητὴν λαβὼν χρῆσαι.

καὶ τὸν παῖδα δὲ ἀκολουθοῦντα κελεύειν αὑτοῦ ὄπισθεν μὴ βαδίζειν ἀλλ ἔμπροσθεν, ἵνα φυλάττῃ αὐτόν, μὴ ἐν τῇ ὁδῷ ἀποδρᾷ.

καὶ τοῖς εἰληφόσι τι παρ αὑτοῦ καὶ λέγουσι: πόσου, κατάθου:

οὐ γὰρ σχολάζω πω πέμπειν: "μηδὲν πραγματεύου: ἐγὼ γάρ, ἑώς ἂν σὺ σχολάσῃς, συνακολουθήσω.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION