- 텍스트

Theophrastus, Characters, Μεμψιμοιρίας ΙΖ?

(테오프라스토스, Characters, Μεμψιμοιρίας ΙΖ)

Ἔστιν ἡ μεμψιμοιρία ἐπιτίμησις παρὰ τὸ προσῆκον τῶν δεδομένων, ὁ δὲ μεμψίμοιρος τοιόσδε τις, οἱο῀ς ἀποστείλαντος μερίδα τοῦ φίλου εἰπεῖν πρὸς τὸν φέροντα: ἐφθόνησέν μοι τοῦ ζωμοῦ καὶ τοῦ οἰναρίου οὐκ ἐπὶ δεῖπνον καλέσας.

καὶ ὑπὸ τῆς ἑταίρας καταφιλούμενος εἰπεῖν: εἰ σὺ καὶ ἀπὸ τῆς ψυχῆς οὕτω με φιλεῖς.

καὶ τῷ Διὶ ἀγανακτεῖν, οὐ διότι ὑεί, ἀλλὰ διότι ὕστερον. καὶ εὑρὼν ἐν τῇ ὁδῷ βαλλάντιον εἰπεῖν:

ἀλλ οὐ θησαυρὸν εὑρ´ηκα οὐδέποτε. καὶ πριάμενος ἀνδράποδον ἄξιον καὶ πολλὰ δεηθεὶς τοῦ πωλοῦντος: θαυμάζω εἰπεῖν ὅ τι ὑγιὲς οὕτω ἄξιον ἐώνημαι.

καὶ πρὸς τὸν εὐαγγελιζόμενον ὅτι υἱός σοι γέγονεν, εἰπεῖν ὅτι ἂν προσθῇς: ἥμισυ ἄπεστιν" ἀληθῆ ἐρεῖς.

καὶ δίκην νικήσας καὶ λαβὼν πάσας τὰς ψήφους ἐγκαλεῖν τῷ γράψαντι τὸν λόγον, ὡς πολλὰ παραλελοιπότι τῶν δικαίων: καὶ ἐράνου εἰσενεχθέντος παρὰ τῶν φίλων καὶ φήσαντός τινος:

ἱλαρὸς ἴσθι, καὶ πῶς· εἰπεῖν, ὅτι δεῖ τἀργύριον ἀποδοῦναι ἑκάστῳ καὶ χωρὶς τούτων χάριν ὀφείλειν ὡς εὐεργετημένον·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION