호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱο῀ς ἐπαγγέλλεσθαι [ἀναστάς], ἃ μὴ δυνήσεται. καὶ ὁμολογουμένου τοῦ πράγματος δικαίου εἶναι ἀνταναστὰς ἐλεγχθῆναι.
ἢ ὅσα δύνανται οἱ παρόντες ἐκπιεῖν.
καὶ διείργειν τοὺς μαχομένους, καὶ οὓς οὐ γιγνώσκει. καὶ ἀτραποῦ ἡγήσασθαι, εἶτα μὴ δύνασθαι εὑρεῖν, οὗ πορεύεται.
μετὰ τὴν αὔριον παραγγελεῖ.
εἰπεῖν, ὅτι ἡ μήτηρ ἤδη καθεύδει ἐν τῷ δωματίῳ.
καὶ ἀπαγορεύοντος τοῦ ἰατροῦ, ὅπως μὴ δώσει οἶνον τῷ μαλακιζομένῳ, φήσας βούλεσθαι διάπειραν λαμβάνειν εὐτρεπίσαι τὸν κακῶς ἔχοντα. καὶ γυναικὸς δὲ τελευτησάσης ἐπιγράψαι ἐπὶ τὸ μνῆμα τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ αὐτῆς τῆς γυναικὸς τοὔνομα καὶ ποδαπή ἐστι, καὶ προσεπιγράψαι, ὅτι οὗτοι πάντες χρηστοὶ ἦσαν:
καὶ ὀμνύναι μέλλων εἰπεῖν πρὸς τοὺς περιεστηκότας, ὅτι καὶ πρότερον πολλάκις ὀμώμοκα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기