호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐντυγχάνοντας, ὁ δὲ ἄκαιρος τοιοῦτός τις, οἱο῀ς ἀσχολουμένῳ προσελθὼν ἀνακοινοῦσθαι. καὶ πρὸς τὴν αὑτοῦ ἐρωμένην κωμάζειν πυρέττουσαν.
καὶ δίκην ὠφληκότα ἐγγύης προσελθὼν κελεῦσαι αὑτὸν ἀναδέξασθαι.
καὶ μαρτυρήσων παρεῖναι τοῦ πράγματος ἤδη κεκριμένου.
εἰς γάμους τοῦ γυναικείου γένους κατηγορεῖν.
καὶ ἐκ μακρᾶς ὁδοῦ ἥκοντα ἄρτι παρακαλεῖν εἰς περίπατον. δεινὸς δὲ:
καὶ προσάγειν ὠνητὴν πλείω διδόντα ἤδη πεπρακότι.
καὶ ἀκηκοότας καὶ μεμαθηκότας ἀνίστασθαι ἐξ ἀρχῆς διδάσκων.
καὶ πρόθυμος δὲ ἐπιμεληθῆναι, ἃ μὴ βούλεταί τις γενέσθαι, αἰσχύνεται δὲ ἀπείπασθαι.
καὶ θύοντας καὶ ἀναλίσκοντας ἥκειν τόκον ἀπαιτήσων.
οἰκέτου παρεστὼς διηγεῖσθαι, ὅτι καὶ αὑτοῦ ποτε παῖς οὕτως πληγὰς λαβὼν ἀπήγξατο.
καὶ παρὼν διαίτῃ συγκρούειν, ἀμφοτέρων βουλομένων διαλύεσθαι.
καὶ ὀρχησόμενος ἅψασθαι ἑτέρου μηδέπω μεθύοντος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기