- 텍스트

Polybius, Histories, book 30, chapter 31

(폴리비오스, Histories, book 30, chapter 31)

Μετὰ δὲ ταῦτα προσκαλεσαμένη τοὺς Ῥοδίους διήκουε τούτων.? ὁ δ Ἀστυμήδης εἰσελθὼν μετρίως ἔστη καὶ βέλτιον ἢ κατὰ τὴν πρὸ ταύτης πρεσβείαν:

ἀφέμενος γὰρ τοῦ κατηγορεῖν τῶν ἄλλων ὡρ´μησεν ἐπὶ τὸ παραιτεῖσθαι, καθάπερ οἱ μαστιγούμενοι τὰς πληγάς, φάσκων ἱκανοῖς προστίμοις περιπεπτωκέναι τὴν πατρίδα καὶ μείζοσι τῆς ἁμαρτίας.

κεφαλαιωδῶς διεξιών, πρῶτον μὲν ὅτι Λυκίαν καὶ Καρίαν ἀπολωλέκασιν, εἰς ἣν ἐξ ἀρχῆς μὲν ἐδαπάνησαν χρημάτων ἱκανὸν πλῆθος, τριττοὺς πολέμους ἀναγκασθέντες πολεμεῖν αὐτοῖς, νυνὶ δὲ προσόδων ἐστέρηνται πολλῶν ὧν ἐλάμβανον παρὰ τῶν προειρημένων.

"ἀλλ ἴσως" ἔφη "ταῦτα μὲν ἔχει λόγον:

καὶ γὰρ ἐδώκαθ ὑμεῖς αὐτὰ τῷ δήμῳ, μετὰ χάριτος διὰ τὴν εὔνοιαν, καὶ ἀφανίζοντες αὐτὰ κατὰ λόγον ἐδοκεῖτε τοῦτο πράττειν, ἐμπεσούσης τινὸς ὑποψίας καὶ διαφορᾶς ὑμῖν. ἀλλὰ Καῦνον δήπου διακοσίων ταλάντων ἐξηγοράσαμεν παρὰ τῶν Πτολεμαίου στρατηγῶν καὶ Στρατονίκειαν ἐλάβομεν ἐν μεγάλῃ χάριτι παρ Ἀντιόχου τοῦ Σελεύκου:

καὶ παρὰ τούτων τῶν πόλεων ἀμφοτέρων ἑκατὸν καὶ εἴκοσι τάλαντα τῷ δήμῳ πρόσοδος ἔπιπτε καθ ἕκαστον ἔτος.

θέλοντες πειθαρχεῖν τοῖς ὑμετέροις προστάγμασιν.

ἐξ ὧν μείζονα φόρον ἐπιτεθείκατε τοῖς Ῥοδίοις τῆς ἀγνοίας ἢ Μακεδόσι τοῖς διὰ παντὸς πολεμίοις ὑμῖν ὑπάρξασι.

τὸ δὲ μέγιστον σύμπτωμα τῆς πόλεως: καταλέλυται γὰρ ἡ τοῦ λιμένος πρόσοδος ὑμῶν, Δῆλον μὲν ἀτελῆ πεποιηκότων, ἀφῃρημένων δὲ τὴν τοῦ δήμου παρρησίαν, δι ἧς καὶ τὰ κατὰ τὸν λιμένα καὶ τἄλλα πάντα τῆς πόλεως ἐτύγχανε τῆς ἁρμοζούσης προστασίας.

ὅτι δὲ τοῦτ ἔστιν ἀληθὲς οὐ δυσχερὲς καταμαθεῖν:

τοῦ γὰρ ἐλλιμενίου κατὰ τοὺς ἀνώτερον χρόνους εὑρίσκοντος ἑκατὸν μυριάδας δραχμῶν, νῦν ἀφῃρήκατε πεντεκαίδεκα μυριάδας, ὥστε καὶ λίαν, ὦ ἄνδρες Ῥωμαῖοι, τὴν ὑμετέραν ὀργὴν ἧφθαι τῶν κυρίων πόρων τῆς πόλεως.

εἰ μὲν οὖν συμβεβήκει πάνδημον γεγονέναι τὴν ἁμαρτίαν καὶ τὴν ἀλλοτριότητα τοῦ δήμου, τάχ ἴσως ἐδοκεῖτε κἂν ὑμεῖς εὐλόγως ἐπίμονον καὶ δυσπαραίτητον ἔχειν τὴν ὀργήν:

καὶ ταῦτα πρὸς τοὺς ἄλλους ἅπαντας εἶναι δοκοῦντες πρᾳότατοι καὶ μεγαλοψυχότατοι·

διόπερ, ὦ ἄνδρες, ἀπολωλεκὼς ὁ δῆμος τὰς προσόδους, τὴν παρρησίαν, τὴν ἰσολογίαν, ὑπὲρ ὧν τὸν πρὸ τοῦ χρόνον πᾶν ἀναδεχόμενος διατετέλεκεν, ἀξιοῖ καὶ δεῖται πάντων ὑμῶν, ἱκανὰς ἔχων πληγάς, λήξαντας τῆς ὀργῆς διαλυθῆναι καὶ συνθέσθαι τὴν συμμαχίαν, ἵνα γένηται τοῦτο συμφανὲς ἅπασιν ὅτι τὴν μὲν ὀργὴν ἀποτέθεισθε τὴν πρὸς Ῥοδίους, ἀνακεχωρήκατε δ ἐπὶ τὴν ἐξ ἀρχῆς αἱρ´εσιν καὶ φιλίαν.

τούτου γὰρ χρείαν ἔχει νῦν ὁ δῆμος, οὐ τῆς διὰ τῶν ὅπλων καὶ στρατιωτῶν συμμαχίας.

" ταῦτα μὲν οὖν καὶ τούτοις παραπλήσια διαλεχθεὶς Ἀστυμήδης ἐδόκει πρεπόντως τοῖς καιροῖς πεποιῆσθαι τοὺς λόγους:

πλεῖστά γε μὴν συνήργησαν τοῖς Ῥοδίοις πρὸς τὸ τυχεῖν τῆς συμμαχίας οἱ περὶ τὸν Τεβέριον ἄρτι παραγεγονότες.

οὗτοι γὰρ ἀπομαρτυρήσαντες πρῶτον μὲν πᾶσιν τοῖς τῆς συγκλήτου δόγμασι πεπειθαρχηκέναι τοὺς Ῥοδίους, ἔπειτα πάντας τοὺς αἰτίους τῆς ἀλλοτριότητος κατακεκρίσθαι θανάτου παρ αὐτοῖς, ἥττησαν τοὺς ἀντιλέγοντας καὶ ἐποιήσαντο τὴν πρὸς Ῥωμαίους συμμαχίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION