- 텍스트

Polybius, Histories, book 30, chapter 11

(폴리비오스, Histories, book 30, chapter 11)

Ὅτι Αἰτωλοὶ τὸν βίον ἀπὸ λῃστείας καὶ τῆς τοιαύτης παρανομίας εἰώθεισαν ἔχειν.? καὶ ἑώς μὲν ἐξῆν τοὺς Ἕλληνας φέρειν καὶ λεηλατεῖν, ἐκ τούτων ἐπορίζοντο τοὺς βίους, πᾶσαν γῆν ἡγούμενοι πολεμίαν:

μετὰ δὲ ταῦτα Ῥωμαίων ἐπιστάντων τοῖς πράγμασι κωλυθέντες τῆς ἔξωθεν ἐπικουρίας εἰς ἑαυτοὺς κατήντησαν.

καὶ πρότερον μὲν κατὰ τὸν ἐμφύλιον πόλεμον οὐκ ἔστιν ὃ τῶν δεινῶν οὐκ ἔπραξαν:

βραχεῖ δ ἀνώτερον χρόνῳ γεγευμένοι τοῦ φόνου τοῦ κατ ἀλλήλων ἐν ταῖς κατὰ τὴν Ἀρσινοΐαν σφαγαῖς ἕτοιμοι πρὸς πᾶν ἦσαν, ἀποτεθηριωμένοι τὰς ψυχάς, ὥστε μηδὲ βουλὴν διδόναι τοῖς προεστῶσι.

διόπερ ἦν ἀκρισίας καὶ παρανομίας καὶ φόνου πλήρη τὰ κατὰ τὴν Αἰτωλίαν, καὶ τῶν πραττομένων παρ αὐτοῖς ἐκ λογισμοῦ μὲν καὶ προθέσεως οὐδὲν ἐπετελεῖτο, πάντα δ εἰκῇ καὶ φύρδην ἐπράττετο, καθαπερεὶ λαίλαπός τινος ἐκπεπτωκυίας εἰς αὐτούς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION