- 텍스트

Polybius, Histories, book 15, chapter 26a

(폴리비오스, Histories, book 15, chapter 26a)

Ὅτι Δείνωνα τὸν Δείνωνος ἐπανείλετο Ἀγαθοκλῆς, καὶ τοῦτο ἔπραξε τῶν ἀδίκων ἔργων, ὡς ἡ παροιμία φησί, δικαιότατον:? καθ ὃν μὲν γὰρ καιρόν, τῶν γραμμάτων αὐτῷ προσπεσόντων ὑπὲρ τῆς ἀναιρέσεως τῆς Ἀρσινόης, ἐξουσίαν ἔσχε μηνῦσαι τὴν πρᾶξιν καὶ σῶσαι τὰ κατὰ τὴν βασιλείαν, τότε δὴ συνεργήσας τοῖς περὶ τὸν Φιλάμμωνα, πάντων ἐγένετο τῶν ἐπιγενομένων κακῶν αἴτιος, μετὰ δὲ τὸ συντελεσθῆναι τὸν φόνον ἀνανεούμενος καὶ πρὸς πολλοὺς οἰκτιζόμενος καὶ μεταμελόμενος ἐπὶ τῷ τοιοῦτον καιρὸν παραλιπεῖν δῆλος ἐγένετο τοῖς περὶ τὸν Ἀγαθοκλέα: διὸ καὶ παραυτίκα τυχὼν τῆς ἁρμοζούσης τιμωρίας μετήλλαξε τὸν βίον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION