- 텍스트

Plutarch, Sulla, chapter 16

(플루타르코스, Sulla, chapter 16)

γενόμενοι δὲ κοινῇ καταλαμβάνονται βουνὸν ἐκ μέσων ἑστῶτα τῶν Ἐλατικῶν πεδίων, εὔγεων καὶ ἀμφιλαφῆ καὶ παρὰ τήν ῥίζαν ὕδωρ ἔχοντα:? Φιλοβοιωτὸς καλεῖται, καὶ τήν φύσιν αὐτοῦ καὶ τήν θέσιν ἐπαινεῖ θαυμασίως ὁ Σύλλας. στρατοπεδεύσαντες δὲ παντάπασιν ὀλίγοι τοῖς πολεμίοις κατεφάνησαν ἱππεῖς μὲν γὰρ οὐ πλείους πεντακοσίων καὶ χιλίων ἐγένοντο, πεζοὶ δὲ πεντακισχιλίων καὶ μυρίων ἐλάττους. ὅθεν ἐκβιασάμενοι τόν Ἀρχέλαον οἱ λοιποὶ στρατηγοὶ καὶ παρατάξαντες τήν δύναμιν, ἐνέπλησαν ἵππων, ἁρμάτων, ἀσπίδων, θυρεῶν τὸ πεδίον.

τὴν δὲ κραυγὴν καὶ ἀλαλαγμὸν οὐκ ἔστεγεν ὁ ἀὴρ ἐθνῶν τοσούτων ἅμα καθισταμένων εἰς τάξιν. αἵ τε βαφαὶ τῶν Μηδικῶν καὶ Σκυθικῶν χιτώνων ἀναμεμιγμέναι χαλκῷ καὶ σιδήρῳ λάμποντι πυροειδῆ καὶ φοβερὰν ἐν τῷ σαλεύεσθαι καὶ διαφέρεσθαι προσέβαλον ὄψιν, ὥστε τοὺς Ῥωμαίους ὑπὸ τόν χάρακα συστέλλειν ἑαυτούς, καὶ τόν Σύλλαν μηδενὶ λόγῳ τὸ θάμβος αὐτῶν ἀφελεῖν δυνάμενον, βιάζεσθαί τε ἀποδιδράσκοντας οὐ βουλόμενον, ἡσυχίαν ἄγειν καὶ φέρειν βαρέως ἐφυβρίζοντας ὁρῶντα κομπασμῷ καὶ γέλωτι τοὺς βαρβάρους, ὤνησε μέντοι τοῦτο μάλιστα πάντων αὐτόν, οἱ γὰρ ἐναντίοι καταφρονήσαντες ἐτράποντο πρὸς ἀταξίαν πολλήν, οὐδὲ ἄλλως ὑπήκοοι τῶν στρατηγῶν διὰ πολυαρχίαν ὄντες:

ὥστε ὀλίγοι μὲν ἐν τῷ χάρακι διεκαρτέρουν, ὁ δὲ πλεῖστος ὄχλος ἁρπαγαῖς καὶ πορθήμασι δελεαζόμενος ὁδὸν ἡμερῶν πολλῶν ἀπὸ τοῦ στρατοπέδου διεσπείρετο.

καὶ τήν τε τῶν Πανοπέων πόλιν ἐκκόψαι λέγονται καὶ τήν Λεβαδέων διαρπάσαι καὶ συλῆσαι τὸ μαντεῖον, οὐδενὸς στρατηγοῦ πρόσταγμα δόντος. ὁ δὲ Σύλλας, ἐν ὄμμασιν αὐτοῦ πόλεων ἀπολλυμένων, δυσανασχετῶν καὶ λυπούμενος, οὐκ εἰά τοὺς στρατιώτας σχολάζειν, ἀλλὰ προσάγων αὐτοὺς ἠνάγκαζε τόν τε Κηφισὸν ἐκ τοῦ ῥείθρου παρατρέπειν καὶ τάφρους ὀρύσσειν, ἀνάπαυλαν οὐδενὶ διδοὺς καὶ τῶν ἐνδιδόντων ἀπαραίτητος ἐφεστὼς κολαστής, ὅπως ἀπαγορεύσαντες πρὸς τὰ ἔργα διὰ τόν πόνον ἀσπάσωνται τόν κίνδυνον.

τότε δὲ ἀνῃρημένης τῆς πόλεως λόφος ἐλείπετο πετρώδης καὶ περίκρημνος, τοῦ Ἡδυλίου διωρισμένος ὄρους ὅσον ὁ Ἄσσος ἐπέχει ῥέων, εἶτα συμπίπτων ὑπὸ τήν ῥίζαν αὐτὴν τῷ Κηφισῷ καὶ συνεκτραχυνόμενος ὀχυρὰν ἐνστρατοπεδεῦσαι τήν ἄκραν ποιεῖ, διὸ καὶ τοὺς χαλκάσπιδας ὁρῶν τῶν πολεμίων ὠθουμένους ἐπ αὐτὴν ὁ Σύλλας ἐβούλετο φθῆναι καταλαβὼν τόν τόπον καὶ κατέλαβε χρησάμενος τοῖς στρατιώταις προθύμοις.

ἐπεὶ δὲ ἀποκρουσθεὶς ἐκεῖθεν ὁ Ἀρχέλαος ὡρ´μησεν ἐπὶ τήν Χαιρώνειαν, οἱ δὲ συστρατευσάμενοι τῶν Χαιρωνέων ἐδέοντο τοῦ Σύλλα μὴ προέσθαι τήν πόλιν, ἐκπέμπει τῶν χιλιάρχων ἕνα Γαβίνιον μετὰ τάγματος ἑνὸς καὶ τοὺς Χαιρωνεῖς ἀφίησι, βουληθέντας μέν, οὐ μὴν δυνηθέντας φθῆναι τόν Γαβίνιον.

οὕτως ἦν ἀγαθὸς καὶ προθυμότερος εἰς τὸ σῶσαι τῶν σωθῆναι δεομένων. ὁ δὲ Ιὄβας οὐ Γαβίνιόν φησι πεμφθῆναι, ἀλλὰ Ἐρίκιον. ἡ μὲν οὖν πόλις ἡμῶν παρὰ τοσοῦτον ἐξέφυγε τόν κίνδυνον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION