- 텍스트

Plutarch, Sertorius, chapter 26

(플루타르코스, Sertorius, chapter 26)

ὁ δ οὖν Περπέννας πλείονας ἐνωμότους ἔχων πρὸς τὴν ἐπίθεσιν προσάγεται καί Μάλλιον, ἕνα τῶν ἐφ ἡγεμονίας, οὗτος ἐρῶν τινος τῶν ἐν ὡρ´ᾳ μειρακίου καί φιλοφρονούμενος πρὸς αὐτό φράζει τὴν ἐπιβουλήν, κελεύων ἀμελήσαντα τῶν ἄλλων ἐραστῶν αὐτῷ μόνῳ προσέχειν ὡς ἐντὸς ἡμερῶν ὀλίγων μεγάλῳ γενησομένῳ.? τὸ δὲ μειράκιον ἑτέρῳ τινὶ τῶν ἐραστῶν Αὐφιδίῳ μᾶλλον προσπεπονθὸς ἐκφέρει τὸν λόγον. ἀκούσας δὲ ὁ Αὐφίδιος ἐξεπλάγη:

καί γὰρ αὐτὸς μετεῖχε τῆς ἐπὶ Σερτώριον συνωμοσίας, οὐ μέντοι τὸν Μάλλιον ἐγίνωσκε μετέχοντα, Περπένναν δὲ καί Γραικῖνον καί τινας ἄλλους, ὧν αὐτὸς ᾔδει συνωμοτῶν, ὀνομάζοντος τοῦ μειρακίου, διαταραχθεὶς πρὸς ἐκεῖνον μὲν ἐξεφλαύριζε τὸν λόγον, καὶ παρεκάλει τοῦ Μαλλίου καταφρονεῖν ὡς κενοῦ καί ἀλαζόνος, αὐτὸς δὲ πρὸς τὸν Περπένναν πορευθεὶς καί φράσας τὴν ὀξύτητα τοῦ καιροῦ καί τὸν κίνδυνον ἐκέλευσεν ἐπιχειρεῖν. οἱ δὲ ἐπείθοντο, καί παρασκευάσαντες ἄνθρωπον γράμματα κομίζοντα τῷ Σερτωρίῳ προσήγαγον.

ἐδήλου δὲ τὰ γράμματα νίκην τινὸς τῶν ὑπ αὐτῷ στρατηγῶν καί φόνον πολὺν τῶν πολεμίων, ἐφ οἷς τοῦ Σερτωρίου περιχαροῦς ὄντος καί θύοντος εὐαγγέλια, Περπέννας ἑστίασιν αὐτῷ καί τοῖς παροῦσι φίλοις οὗτοι δὲ ἦσαν ἐκ τῆς συνωμοσίας ἐπηγγέλλετο, καί πολλὰ λιπαρήσας ἔπεισεν ἐλθεῖν. ἀεὶ μὲν οὖν τὰ μετὰ Σερτωρίου δεῖπνα πολλὴν εἶχεν αἰδῶ καί κόσμον, οὔτε ὁρᾶν τι τῶν αἰσχρῶν οὔτε ἀκούειν ὑπομένοντος, ἀλλὰ καί τοὺς συνόντας εὐτάκτοις καί ἀνυβρίστοις παιδιαῖς χρῆσθαι καί φιλοφροσύναις ἐθίζοντος:

τότε δέ, τοῦ πότου μεσοῦντος, ἀρχὴν ἁψιμαχίας ζητοῦντες ἀναφανδὸν ἀκολάστοις ἐχρῶντο ῥήμασι, καί πολλὰ προσποιούμενοι μεθύειν ἠσέλγαινον ὡς παροξυνοῦντες ἐκεῖνον, ὁ δὲ εἴτε δυσχεραίνων τὴν ἀκοσμίαν, εἴτε τὴν διάνοιαν αὐτῶν τῇ θρασύτητι τῆς λαλιᾶς καί τῇ παρὰ τὸ εἰωθὸς ὀλιγωρίᾳ συμφρονήσας, μετέβαλε τὸ σχῆμα τῆς κχισίας, ὕπτιον ἀνεὶς ἑαυτὸν, ὡς οὔτε προσέχων οὔτε κατακούων. ἐπεὶ δὲ ὁ Περπέννας φιάλην τινὰ λαβὼν ἀκράτου μεταξὺ πίνων ἀφῆκεν ἐκ τῶν χειρῶν καί ψόφον ἐποίησεν, ὅπερ ἦν αὐτοῖς σύμβολον, Ἀντώνιος ὑπερκατακείμενος παίει τῷ ξίφει τὸν Σερτώριον.

ἀναστρέψαντος δὲ πρὸς τὴν πληγὴν ἐκείνου καί συνεξανισταμένου, περιπεσὼν εἰς τὸ στῆθος κατέλαβε τὰς χεῖρας ἀμφοτέρας, ὥστε μηδὲ ἀμυνόμενον πολλῶν παιόντων ἀποθανεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION