- 텍스트

Plutarch, Sertorius, chapter 23

(플루타르코스, Sertorius, chapter 23)

ὡρ´μητο διαπρεσβεύεσθαι πρὸς αὐτόν, ἐπηρμένος μάλιστα ταῖς τῶν κολάκων ἀλαζονείαις, οἳ τὸν μὲν Σερτώριον Ἀννίβᾳ, τὸν δὲ Μιθριδάτην Πύρρῳ παρεικάζοντες οὐκ ἂν ἔφασαν Ῥωμαίους πρὸς τηλικαύτας ὁμοῦ φύσεις τε καὶ δυνάμεις ἐπιχειρουμένους διχόθεν ἀντισχεῖν, τοῦ δεινοτάτου στρατηγοῦ τῷ μεγίστῳ τῶν βασιλέων προσγενομένου.? πέμπει δὴ πρέσβεις ὁ Μιθριδάτης εἰς Ἰβηρίαν γράμματα Σερτωρίῳ καὶ λόγους κομίζοντας, δι ὧν αὐτὸς μὲν ἐπηγγέλλετο χρήματα καὶ ναῦς παρέξειν εἰς τὸν πόλεμον, ὑπ ἐκείνου δὲ ἠξίου τὴν Ἀσίαν αὐτῷ βεβαιοῦσθαι πᾶσαν, ἧς ὑπεχώρησε Ῥωμαίοις κατὰ τὰς πρὸς Σύλλαν γενομένας συνθήκας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION