호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγεται δὲ οὐχ ἥκιστα τῆς πατρίδος ἐπιθυμεῖν διὰ τὴν μητέρα, τραφεὶς ὀρφανὸς ὑπ αὐτῇ καὶ τὸ σύμπαν ἀνακείμενος ἐκείνῃ, καλούντων δὲ τῶν περὶ τὴν Ἰβηρίαν φίλων αὐτὸν ἐφ ἡγεμονίᾳ, πυθόμενος τὴν τελευτὴν τῆς μητρὸς ὀλίγον ἐδέησεν ὑπὸ λύπης προέσθαι τὸν βίον.? ἑπτὰ γὰρ ἡμέρας οὔτε σύνθημα δοὺς οὔτε ὀφθείς τινι τῶν φίλων ἔκειτο, καὶ μόλις οἱ συστράτηγοι καὶ ὁμότιμοι τὴν σκηνὴν περιστάντες ἠνάγκασαν αὐτὸν προελθόντα τοῖς στρατιώταις ἐντυχεῖν καὶ τῶν πραγμάτων εὖ φερομένων ἀντιλαμβάνεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기