- 텍스트

Plutarch, Sertorius, chapter 21

(플루타르코스, Sertorius, chapter 21)

ἐν δὲ τοῖς τῶν Σεγουντίνων πεδίοις εἰς τὰς ἐσχάτας ἀπορίας κατακεκλεικὼς τούς πολεμίους, ἠναγκάσθη συμβαλεῖν αὐτοῖς καταβαίνουσιν ἐφ ἁρπαγὴν καὶ σιτολογίαν.? ἠγωνίσθη δὲ λαμπρῶς παρ ἀμφοτέρων, καὶ Μέμμιος μὲν ὁ τῶν ὑπὸ Πομπηϊῴ στρατηγῶν ἡγεμονικώτατος ἐν τῷ καρτερωτάτῳ τῆς μάχης ἔπεσεν, ἐκράτει δὲ Σερτώριος καὶ φόνῳ πολλῷ τῶν ἔτι συνεστώτων ἐωθεῖτο πρὸς αὐτὸν Μέτελλον. ὁ δὲ παρ ἡλικίαν ὑποστὰς καὶ περιφανῶς ἀγωνιζόμενος παίεται δόρατι.

τοῦτο τούς μὲν ἰδόντας τῶν Ῥωμαίων, τοὺς δὲ ἀκούσαντας αἰδὼς ἔσχεν ἐγκαταλιπεῖν τὸν ἡγεμόνα, καὶ θυμὸς ἅμα πρὸς τούς πολεμίους παρέστη. προθέμενοι δὲ τούς θυρεοὺς καὶ συνεξενεγκόντες εὐρώστως ἐξωθοῦσι τούς Ἴβηρας: καὶ γενομένης οὕτω παλιντρόπου τῆς νίκης, ὁ Σερτώριος ἐκείνοις τε φυγὰς ἀδεεῖς μηχανώμενος καὶ τεχνάζων ἑτέραν αὐτῷ δύναμιν συνελθεῖν ἐφ ἡσυχίας, εἰς πόλιν ὀρεινὴν καὶ καρτερὰν ἀναφυγὼν ἐφράγνυτο τὰ τείχη καὶ τὰς πύλας ὠχυροῦτο, πάντα μᾶλλον ἢ πολιορκίαν ὑπομένειν διανοούμενος, ἀλλ ἐξηπάτα τοὺς πολεμίους:

ἐκείνῳ γὰρ προσκαθεζόμενοι καὶ τὸ χωρίον οὐ χαλεπῶς λήψεσθαι προσδοκῶντες, τούς τε φεύγοντας τῶν βαρβάρων προϊέντο καὶ τῆς ἀθροιζομένης αὖθις τῷ Σερτωρίῳ δυνάμεως ἠμέλησαν.

ἠθροίζετο δέ, πέμψαντος ἡγεμόνας ἐπὶ τὰς πόλεις αὐτοῦ, καὶ κελεύοντος ὅταν ἤδη πολλοὺς ἔχωσιν, ἄγγελον ἀποστεῖλαι πρὸς αὐτόν. ἐπεὶ δὲ ἀπέστειλαν, σὺν οὐδενὶ πόνῳ διεκπαισάμενος τούς πολεμίους συνέμιξε τοῖς ἑαυτοῦ:

καὶ πάλιν ἐπῄει πολὺς γεγονώς καὶ περιέκοπτεν αὐτῶν τὴν μὲν ἀπὸ τῆς γῆς εὐπορίαν ἐνέδραις καὶ κυκλώσεσι καὶ τῷ πανταχόσε φοιτᾶν ὀξὺς ἐπιών, τὰ δ ἐκ θαλάττης λῃστρικοῖς σκάφεσι κατέχων τὴν παραλίαν, ὥστε ἠναγκάσθησαν οἱ στρατηγοὶ διαλυθέντες ὁ μὲν εἰς Γαλατίαν ἀπελθεῖν, Πομπήϊος δὲ περὶ Βακκαίους διαχειμάσαι μοχθηρῶς ὑπὸ ἀχρηματίας, γράφων πρὸς τὴν σύγκλητον ὡς ἀπάξει τὸν στρατόν, εἰ μὴ πέμποιεν ἀργύριον αὐτῷ: καταναλωκέναι γὰρ ἤδη τὰ αὑτοῦ προπολεμῶν τῆς Ἰταλίας, καὶ πολὺς ἦν οὗτος ἐν Ῥώμῃ λόγος, ὡς Πομπηϊού πρότερος εἰς Ἰταλίαν ἀφίξοιτο Σερτώριος: εἰς τοσοῦτον τοὺς πρώτους καὶ δυνατωτάτους τῶν τότε στρατηγῶν ἡ Σερτωρίου δεινότης κατέστησεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION