- 텍스트

Plutarch, Sertorius, chapter 5

(플루타르코스, Sertorius, chapter 5)

Μαρίου δὲ καταπλεύσαντος ἐκ Λιβύης καὶ τῷ Κίννᾳ προστιθέντος ἑαυτὸν ὡς ἰδιώτην ὑπάτῳ, τοῖς μὲν ἄλλοις ἐδόκει δέχεσθαι, Σερτώριος δὲ ἀπηγόρευεν, εἴτε τὸν Κίνναν ἧττον οἰόμενος ἑαυτῷ προσέξειν ἀνδρὸς ἡγεμονικωτέρου παρόντος, εἴτε τὴν βαρύτητα τοῦ Μαρίου δεδοικώς, μὴ πάντα τὰ πράγματα συγχέῃ θυμῷ μέτρον οὐκ ἔχοντι, πέρα δίκης ἐν τῷ κρατεῖν προερχόμενος, ἔλεγεν οὖν μικρὸν εἶναι τὸ ὑπολειπόμενον ἔργον αὐτοῖς ἤδη κρατοῦσι, δεξαμένων δὲ τὸν Μάριον τὸ σύμπαν οἴσεσθαι τῆς δόξης ἐκεῖνον καὶ τῆς δυνάμεως, χαλεπὸν ὄντα πρὸς κοινωνίαν ἀρχῆς καὶ ἄπιστον.? οὕτως μεταπέμπεται τὸν Μάριον Κίννας:

καὶ τριχῇ τῆς δυνάμεως διανεμηθείσης ἦρχον οἱ τρεῖς. διαπολεμηθέντος δὲ τοῦ πολέμου καὶ τῶν περὶ τὸν Κίνναν καὶ Μάριον ἐμφορουμένων ὕβρεώς τε καὶ πικρίας ἁπάσης, ὥστε χρυσὸν ἀποδεῖξαι Ῥωμαίοις τὰ τοῦ πολέμου κακά, Σερτώριος λέγεται μόνος οὔτε ἀποκτεῖναί τινα πρὸς ὀργὴν οὔτε ἐνυβρίσαι κρατῶν, ἀλλὰ καὶ τῷ Μαρίῳ δυσχεραίνειν καὶ τὸν Κίνναν ἐντυγχάνων ἰδίᾳ καὶ δεόμενος μετριώτερον ποιεῖν.

τέλος δὲ τῶν δούλων, οὓς Μάριος συμμάχους μὲν ἐν τῷ πολέμῳ δορυφόρους δὲ τῆς τυραννίδος ἔχων ἰσχυροὺς καὶ πλουσίους ἐποίησε, τὰ μὲν ἐκείνου διδόντος καὶ κελεύοντος, τὰ δὲ καὶ βίᾳ παρανομούντων εἰς τοὺς δεσπότας, σφαττόντων μὲν αὐτούς, ταῖς δὲ δεσποίναις πλησιαζόντων καὶ βιαζομένων τοὺς παῖδας, οὐκ ἀνασχετὰ ποιούμενος ὁ Σερτώριος ἅπαντας ἐν ταὐτῷ στρατοπεδεύοντας κατηκόντισεν, οὐκ ἐλάττους τετρακισχιλίων ὄντας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION