- 텍스트

Plutarch, Quaestiones Convivales, book 8, Διὰ τί τοῖς φθινοπωρινοῖς ἐνυπνίοις ἥκιστα πιστεύομεν.? 16:

(플루타르코스, Quaestiones Convivales, book 8, Διὰ τί τοῖς φθινοπωρινοῖς ἐνυπνίοις ἥκιστα πιστεύομεν. 16:)

"πρὸς ἡμᾶς οὐ γὰρ ἀγνοοῦμεν, ὅτι τὴν Ἀριστοτέλους δόξαν εὐδοκιμῆσαι βουλόμενος ὥσπερ σκιὰν αὐτῇ τὴν Δημοκρίτου παραβέβληκας. "ἐπ ἐκείνην οὖν τρεψόμεθα κἀκείνῃ μαχούμεθα κατηγορούσῃ τῶν νέων καρπῶν καὶ τῆς φίλης ὀπώρας οὐ προσηκόντως. "τὸ γὰρ θέρος αὐτοῖς μαρτυρεῖ καὶ τὸ μετόπωρον, ὅτε μάλιστα χλωρὰν καὶ φλύουσαν, ὡς Ἀντίμαχος ἔφη, τὴν ὀπώραν γεννωμένην ἄρτι προσφερόμενοι ἧττον ἀπατηλοῖς καὶ ψευδέσιν ἐνυπνίοις σύνεσμεν οἱ δὲ φυλλοχόοι μῆνες ἤδη τῷ χειμῶνι παρασκηνοῦντες ἐν πέψει τὰ σιτία καὶ τὰ περιόντα τῶν ἀκροδρύων ἰσχνὰ καὶ ῥυσὰ καὶ πᾶν ἀφεικότα τὸ πληκτικὸν ἐκεῖνο καὶ μανικὸν ἔχουσι. "καὶ μὴν οἴνου γε τὸν νέον οἱ πρωιαίτατα πίνοντες Ἀνθεστηριῶνι πίνουσι μηνὶ μετὰ χειμῶνα: "καὶ τὴν ἡμέραν ἐκείνην ἡμεῖς μὲν Ἀγαθοῦ Δαίμονος, Ἀθηναῖοι δὲ Πιθοίγια προσαγορεύουσι: "γλεύκους δὲ ζέοντος ἀεὶ ἀφαιρεῖσθαι καὶ τοὺς ἐργάτας δεδιότας ὁρῶμεν. "ἀφέντες οὖν τὸ συκοφαντεῖν τὰ τῶν θεῶν δῶρα μετίωμεν ἑτέραν ὁδόν, ἣν ὑφηγεῖται τοὔνομα τοῦ χρόνου καὶ τῶν ὑπηνεμίων καὶ ψευδῶν ὀνείρων. "φυλλοχόος γὰρ ὀνομάζεται διὰ ψυχρότητα καὶ ξηρότητα τηνικαῦτα τῶν φύλλων ἀπορρεόντων: "πλὴν εἴ τι θερμόν ἐστιν ἢ λιπαρὸν ὡς ἐλαῖαι καὶ δάφναι καὶ φοίνικες ἢ διερὸν ὡς μυρσίνη καὶ κιττός· ". τούτοις γὰρ ἡ κρᾶσις βοηθεῖ τοῖς δ ἄλλοις οὔ: "οὐ γὰρ παραμένει τὸ ἐχέκολλον καὶ συνεκτικόν, ἢ πυκνουμένης ψυχρότητι τῆς ἰκμάδος ἢ ξηραινομένης δι ἔνδειαν ἢ δι ἀσθένειαν. "ἔστι μὲν οὖν καὶ φυτοῖς ὑγρότητι ἢ θερμότητι τεθηλέναι καὶ αὐξάνεσθαι, μᾶλλον δὲ τοῖς ζῴοις: "καὶ τοὐναντίον ἡ ψυχρότης καὶ ἡ ξηρότης ὀλέθριον. "διὸ χαριέντως Ὅμηρος εἰώθε διεροὺς βροτοὺς καλεῖν, καὶ τὸ μὲν χαίρειν ἰαίνεσθαι, ῥιγεδανόν δὲ καὶ κρυερόν τὸ λυπηρὸν καὶ τὸ φοβερόν. ὁ δ ἀλίβας καὶ ὁ σκελετὸς ἐπὶ τοῖς νεκροῖς λέγονται, λοιδορουμένης τῷ ὀνόματι τῆς ξηρότητος. "ἔτι τὸ μὲν αἷμα κυριωτάτην τῶν ἐν ἡμῖν ἔχον δύναμιν ἅμα καὶ θερμόν ἐστι καὶ ὑγρόν, τὸ δὲ γῆρας ἀμφοῖν ἐνδεές. ἐοίκε δὲ τοῦ ἐνιαυτοῦ περιιόντος οἱο῀ν γῆρας εἶναι τὸ φθινόπωρον: "οὔπω γὰρ ἥκει τὸ ὑγρόν, οὐκέτι δὲ τὸ θερμὸν ἔρρωται: "δεῖγμα δὲ γεγονὸς ἀτεχνῶς ξηρότητος ἅμα καὶ ψυχρότητος ἐπισφαλῆ ποιεῖ τὰ σώματα πρὸς τὰς νόσους. "τοῖς δὴ σώμασι τὰς ψυχὰς συμπαθεῖν ἀνάγκη, καὶ μάλιστα παχνουμένου τοῦ πνεύματος ἀμαυροῦσθαι τὸ μαντικόν, ὥσπερ κάτοπτρον ὁμίχλης ἀναπιμπλάμενον. "οὐδὲν οὖν τρανὸν οὐδ ἔναρθρον οὐδ εὔσημον ἐν ταῖς φαντασίαις ἀποδίδωσι, μέχρι οὗ παχὺ καὶ ἀλαμπὲς καὶ συνεσταλμένον ἐστίν.

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION