호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὑπονοεῖν τῶν ἀνδρῶν ἡ ἐπιείκεια καὶ πραότης δίδωσι, μήποτ ἄρα μελέτης ἕνεκεν τοῦ δικαίου καὶ συνηθείας ἐφείδοντο μάλιστα τῶν ἐναλίων, ὡς τἄλλα: "μὲν αἰτίαν ἁμωσγέπως παρέχοντα τοῦ κακῶς πάσχειν τἀνθρώπῳ, τοὺς δ ἰχθῦς οὐδὲν ἀδικοῦντας ἡμᾶς, οὐδ εἰ πάνυ πεφύκασι δυναμένους. "πάρεστι δὲ τῶν τε λόγων καὶ τῶν ἱερῶν εἰκάζειν τοῖς παλαιοῖς, ὡς οὐ μόνον ἐδωδὴν ἀλλὰ καὶ φόνον ζῴου μὴ βλάπτοντος ἔργον ἐναγὲς καὶ ἄθεσμον ἐποιοῦντο: "πλήθει δ ἐπιχεομένῳ καθειργόμενοι, καὶ χρησμοῦ τινος, ὥς φασιν, ἐκ Δελφῶν ἐπικελευσαμένου τοῖς καρποῖς ἀρήγειν φθειρομένοις, ἤρξαντο μὲν καθιερεύειν: "ἔτι δ ὅμως ταραττόμενοι καὶ δειμαίνοντες ἔρδειν μὲν ἐκάλουν καὶ ῥέζειν, ὥς τι μέγα δρῶντες τὸ θύειν ἔμψυχον: "ἄχρι δὲ νῦν παραφυλάττουσιν ἰσχυρῶς τὸ μὴ σφάττειν, πρὶν ἐπινεῦσαι κατασπενδόμενον. "οὕτως εὐλαβεῖς πρὸς ἅπασαν ἀδικίαν ἦσαν. "καίτοι, ἵνα τἄλλα: "ἐάσωμεν, εἰ μόνον ἀλεκτορίδων ἀπείχοντο πάντες ἢ δασυπόδων, οὐκ ἂν ἦν χρόνου βραχέος ὑπὸ πλήθους οὔτε πόλιν οἰκεῖν οὔτε καρπῶν ὄνασθαι: "διὸ τῆς ἀνάγκης ἐπαιγούσης τὸ πρῶτον, ἤδη καὶ δι ἡδονὴν ἔργον ἐστὶ παῦσαι τὴν σαρκοφαγίαν. "τὸ δὲ τῶν θαλαττίων γένος οὔτ ἀέρα τὸν αὐτὸν οὔθ ὕδωρ ἀναλίσκον ἡμῖν οὐδὲ καρποῖς προσιόν, ἀλλ ὥσπερ ἑτέρῳ κόσμῳ περιεχόμενον καὶ χρώμενον ὁρ´οις ἰδίοις, οὓς ὑπερβαίνουσιν αὐτοῖς ἐπίκειται δίκη ὁ θάνατος, οὔτε μικρὰν οὔτε μεγάλην τῇ γαστρὶ πρόφασιν κατ αὐτῶν δίδωσιν: "ἀλλὰ παντὸς ἰχθύος ἄγρα καὶ σαγηνεία λαιμαργίας καὶ φιλοψίας περιφανῶς ἔργον ἐστίν, ἐπ οὐδενὶ δικαίῳ ταραττούσης τὰ πελάγη καὶ καταδυομένης εἰς τὸν βυθόν. οὔτε γὰρ τρίγλαν ἔστι δήπου ληιβότειραν οὔτε σκάρον τρυγηφάγον οὔτε κεστρεῖς τινας ἢ λάβρακας σπερμολόγους προσειπεῖν, ὡς τὰ χερσαῖα κατηγοροῦντες ὀνομάζομεν ἀλλ οὐδ ὅσα γαλῇ καὶ μυίᾳ κατοικιδίῳ μικρολόγως ἐγκαλοῦμεν ἔχοι τις ἂν αἰτιάσασθαι τὸν μέγιστον ἰχθῦν. ὅθεν ἀνείργοντες ἑαυτοὺς οὐ νόμῳ μόνῳ τῆς πρὸς ἄνθρωπον ἀδικίας ἀλλὰ καὶ φύσει τῆς πρὸς ἅπαν τὸ μὴ βλάπτον, ἣκιστα τῶν ὄψων ἐχρῶντο τοῖς ἰχθύσιν ἢ τὸ παράπαν οὐκ ἐχρῶντο: "καὶ γὰρ ἄνευ τῆς ἀδικίας ἀκρασίαν τινὰ καὶ λιχνείαν ἐμφαίνειν ἐοίκεν ἡ περὶ ταῦτα πραγματεία πολυτελὴς οὖσα καὶ περίεργος. "ὅθεν Ὅμηρος οὐ μόνον τοὺς Ἕλληνας ἰχθύων ἀπεχομένους πεποίηκε παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντας, ἀλλ οὐδ ἁβροβίοις Φαίαξιν οὐδὲ τοῖς ἀσώτοις μνηστῆρσιν, ἀμφοτέροις οὖσι νησιώταις, θαλάττιον παρατέθεικεν ὄψον: "οἱ δ Ὀδυσσέως ἑταῖροι, τοσαύτην πλέοντες θάλατταν, οὐδαμοῦ καθῆκαν ἄγκιστρον οὐδὲ πόρκον οὐδὲ δίκτυον, ἀλφίτων παρόντων: "ἀλλ ὅτε δὴ νηὸς ἐξέφθιτο ἠιά πάντα, μικρὸν ἔμπροσθεν ἢ ταῖς τοῦ Ἡλίου βουσὶν ἐπιχειρεῖν, ἰχθῦς ἀγρεύοντες, οὐκ ὄψον ἀλλὰ τροφὴν ἀναγκαίαν ἐποιοῦντο γναμπτοῖς ἀγκίστροισιν ἔτειρε δὲ γαστέρα λιμὸς ὑπὸ τῆς αὐτῆς ἀνάγκης ἰχθύσι τε χρωμένων καὶ τὰς τοῦ Ἡλίου βοῦς κατεσθιόντων. "ὅθεν οὐ παρ Αἰγυπτίοις μόνον οὐδὲ Σύροις, ἀλλὰ καὶ παρ Ἕλλησι γέγονεν ἁγνείας μέρος ἀποχὴ ἰχθύων, μετὰ τοῦ δικαίου καὶ τὸ περίεργον οἶμαι τῆς βρώσεως ἀποδιοπομπουμένοις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기