호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον: ἀπεκάλουν. καί τις εἶπε τῶν πρεσβυτέρων τρεχέδειπνον εἶναι τὸν ὑστερίζοντα τοῦ δείπνου θᾶττον γὰρ ἢ βάδην ἐπειγόμενον, ὅταν βραδύνῃ, φαίνεσθαι. ἐκάλει τοὺς ὀψὲ παραγιγνομένους ἐπὶ δεῖπνον:
ἀσχολουμένους γὰρ αὐτοὺς ὅμως διὰ τὸ φιλόδειπνον οὐκ ἀπολέγεσθαι τὰς κλήσεις.
δημοτικὸν γὰρ εὖ μάλα δοκεῖ τὸ τοιοῦτο, καὶ τοὐναντίον οἱ ἄνθρωποι τοὺς ὀψὲ παραγιγνομένους ἀναγκαζόμενοι περιμένειν, ὡς ἀηδεῖς καὶ ὀλιγαρχικοὺς βαρύνονται.
"ζοφοδορπίδαν ὁ Ἀλκαῖος ὡς ὀψὲ δειπνοῦντα λέγεται προσειπεῖν, ἀλλ ὡς ἀδόξοις τὰ πολλὰ καὶ φαύλοις ἡδόμενον συμπόταις:
"τὸ μέντοι πρωίτερον δειπνεῖν ὄνειδος ἦν πάλαι, καὶ τὸ ἀκράτισμά φασιν οὕτω λέγεσθαι διὰ τὴν ἀκρασίαν. "εἰ δεῖ τοῖς τὸν ἀρχαῖον βίον διαμνημονεύουσι πιστεύειν.
"εἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν ῥᾷστον, τοῦτο δ ὥσπερ διαπεπονημένον ἐκάλεσαν. "φασὶ γὰρ ἐκείνους, ἐργατικοὺς ἅμα καὶ σώφρονας ὄντας, ἑώθεν ἐσθίειν ἄρτον ἐν ἀκράτῳ, καὶ μηθὲν ἄλλο διὸ τοῦτο μὲν ἀκράτισμα καλεῖν διὰ τὸν ἄκρατον, ὄψον δὲ τὸ παρασκευαζόμενον εἰς δεῖπνον αὐτοῖς: "ὀψὲ γὰρ δειπνεῖν ἀπὸ τῶν πράξεων γενομένους. "ἐκ τούτου καὶ τὸ δεῖπνον καὶ τὸ ἄριστον, ἀφ ὅτου λάβοι τοὔνομα, ζήτησιν παρέσχε. "καὶ τὸ μὲν ἄριστον ἐδόκει τῷ ἀκρατίσματι ταὐτὸν εἶναι, μαρτυρεῖ τῷ Ὁμήρῳ λέγοντι τοὺς περὶ τὸν Εὔμαιον ἐντύνοντας ἄριστον ἃμ ἠοῖ φαινομένῃφι καὶ πιθανὸν ἐδόκει διὰ τὴν ἑωθινὴν ὡρ´αν ἄριστον ὠνομάσθαι, καθάπερ τὸ αὔριον. "τὸ δὲ δεῖπνον, ὅτι τῶν πόνων διαναπαύει: "πράξαντες γάρ τι δειπνοῦσιν ἢ μεταξὺ πράττοντες: ". ἔστι δὲ καὶ τοῦτο παρ Ὁμήρου λαβεῖν λέγοντος ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον. ὑβριστὴς δ ὢν καὶ φιλόγελως φύσει ὁ ἀδελφὸς ἡμῶν Λαμπρίας ἔφη μυρίῳ τὰ Ῥωμαϊκὰ δείξειν οἰκειότερα τῶν Ἑλληνικῶν ὀνόματα, τοσαύτης ἀδείας τῷ φλυαρεῖν δεδομένης.
διὰ τὴν κοινωνίαν καλεῖσθαι:
καθ ἑαυτοὺς γὰρ ἠρίστων ἐπιεικῶς οἱ πάλαι Ῥωμαῖοι συνδειπνοῦντες τοῖς φίλοις. ἀπὸ τῆς ὡρ´ας:
ἔνδιον γὰρ τὸ δειλινόν, καὶ τὴν μετ ἄριστον ἀνάπαυσιν ἐνδιάζειν: ἢ πρωινήν τινα σημαίνοντες ἐδωδὴν ἢ τροφήν, ᾗ χρῶνται πρὶν ἐνδεεῖς γενέσθαι.
"τὸν οἶνον, τὸ μέλι, τοὔλαιον, τὸ γεύσασθαι, τὸ προπιεῖν, ἕτερα πάμπολλα τοῖς αὐτοῖς ὀνόμασι καταφανῶς χρώμενα:
"τίς οὐκ ἂν εἴποι ἐπὶ κῶμον Ἑλληνικῶς κωμισσᾶτον λέγεσθαι, καὶ τὸ κεράσαι μισκῆραι καθ Ὅμηρον, ἡ δ αὖτ ἐν κρητῆρι μελίφρονα οἶνον ἔμισγε καί μῆνσαν μὲν τὴν τράπεζαν ἀπὸ τῆς: "ἐν μέσῳ θέσεως, πᾶνεμ δὲ τὸν ἄρτον ὡς ἀνιέντα τὴν πεῖναν τὸν δὲ στέφανον κορῶναν ἀπὸ τῆς κεφαλῆς, ὡς Ὅμηρος τὸ κράνος εἴκασέ που στεφάνῃ: "τὸ δὲ καῖρε δέρε, καί δέντης τοὺς ὀδόντας, καί λάβρα τὰ χείλη ἀπὸ τοῦ λαμβάνειν τὴν βορὰν δι αὐτῶν· "ἢ καὶ τούτων οὖν ἀκουστέον ἀγελαστὶ λεγομένων, ἢ μηδ ἐκείνοις εὐκόπως οὕτως διὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι παραδύσεις διδῶμεν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기