- 텍스트

Plutarch, Quaestiones Convivales, book 8, Διὰ τί τῶν ἱερῶν ἀγώνων ἄλλος ἄλλον ἔχει στέφανον, τὸν δὲ φοίνικα πάντες: ἐν ᾧ καὶ διὰ τί τοὺς μεγάλους φοινικοβαλάνους Νικολάους καλοῦσιν.? 10:

(플루타르코스, Quaestiones Convivales, book 8, Διὰ τί τῶν ἱερῶν ἀγώνων ἄλλος ἄλλον ἔχει στέφανον, τὸν δὲ φοίνικα πάντες: ἐν ᾧ καὶ διὰ τί τοὺς μεγάλους φοινικοβαλάνους Νικολάους καλοῦσιν. 10:)

"ἄδηλα, καὶ τοῦ Θησέως αὐτοῦ πυνθάνεσθαι φήσουσιν, ᾧτινι λόγῳ φοίνικος, οὐ δάφνης οὐδ ἐλαίας, κλάδον ἀπέσπασεν ἀγωνοθετῶν. σκόπει δή, μὴ Πυθικόν ἐστι τὸ νικητήριον, ὡς: "Ἀμφικτύονος: "κἀκεῖ πρῶτον ἐπὶ τιμῇ τοῦ θεοῦ δάφνῃ καὶ φοίνικι τοὺς νικῶντας ἐκόσμησαν, ἅτε δὴ καὶ τῷ θεῷ μὴ δάφνας μηδ ἐλαίας ἀλλὰ φοίνικας ἀνατιθέντες, ὡς ἐν Δήλῳ Νικίας χορηγήσας Ἀθηναίων καὶ ἐν Δελφοῖς Ἀθηναῖοι καὶ Κύψελος πρότερον Κορίνθιος ἐπεὶ καὶ φίλαθλος ἄλλως καὶ φιλόνικος ἡμῖν ὁ θεός, αὐτὸς ἐν κιθαρίσει καὶ ᾠδῇ καὶ βολαῖς δίσκων, ὡς δ ἔνιοί φασι, καὶ πυγμῇ ἁμιλλώμενος: "ἀνθρώποις δὲ προσαμύνων ἀγωνιζομένοις, ὡς Ὅμηρος ἐμαρτύρησε, τὸν μὲν Ἀχιλλέα λέγοντα ποιήσας ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω, πὺξ μάλ ἀνασχομένω πεπληγέμεν ᾧ δέ κ᾿ Ἀπόλλων δώῃ καμμονίην . . . τῶν δὲ τοξοτῶν τὸν μὲν εὐξάμενον τῷ θεῷ κατορθῶσαι καὶ λαβεῖν τὰ πρωτεῖα: "τὸν δὲ γαῦρον ἀστοχῆσαι τοῦ σκοποῦ, μὴ εὐξάμενον. "καὶ μὴν οὐδ Ἀθηναίους εἰκός ἐστιν Ἀπόλλωνι καθιερῶσαι, τὸ γυμνάσιον ἀλόγως καὶ αὐτομάτως: "ἀλλὰ παρ οὗ τὴν ὑγίειαν ἔχομεν θεοῦ, τοῦτον εὐεξίαν τε διδόναι καὶ ῥώμην ἐπὶ τοὺς ἀγῶνας ᾤοντο. "κούφων δὲ καὶ βαρέων ἀγωνισμάτων ὄντων, πύκτῃ μὲν Ἀπόλλωνι Δελφούς, δρομαίῳ δὲ Κρῆτας ἱστοροῦσι θύειν καὶ Λακεδαιμονίους. "σκύλων δὲ Πυθοῖ καὶ ἀκροθινίων καὶ τροπαίων ἀναθέσεις ἆρ, οὐ συμμαρτυροῦσιν ὅτι τῆς εἰς τὸ νικᾶν καὶ κρατεῖν δυνάμεως τῷ θεῷ τούτῳ πλεῖστον μέτεστιν·

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION