- 텍스트

Plutarch, Quaestiones Convivales, book 8, Διὰ τί τῶν ἱερῶν ἀγώνων ἄλλος ἄλλον ἔχει στέφανον, τὸν δὲ φοίνικα πάντες: ἐν ᾧ καὶ διὰ τί τοὺς μεγάλους φοινικοβαλάνους Νικολάους καλοῦσιν.?

(플루타르코스, Quaestiones Convivales, book 8, Διὰ τί τῶν ἱερῶν ἀγώνων ἄλλος ἄλλον ἔχει στέφανον, τὸν δὲ φοίνικα πάντες: ἐν ᾧ καὶ διὰ τί τοὺς μεγάλους φοινικοβαλάνους Νικολάους καλοῦσιν.)

Ἰσθμίων ἀγομένων ἐν τῇ δευτέρᾳ τῶν Σώσπιδος ἀγωνοθεσιῶν τὰς μὲν ἄλλας ἑστιάσεις διεφύγομεν, ἑστιῶντος αὐτοῦ πολλοὺς μὲν ἅμα ξένους, πάντας δὲ πολλάκις τοὺς πολίτας: ἅπαξ δὲ τοὺς μάλιστα φίλους καὶ φιλολόγους οἴκοι δεχομένου, καὶ αὐτοὶ παρῆμεν. ἀπηρμένων δὲ τῶν πρώτων τραπεζῶν, ἧκέ τις Ἡρώδῃ τῷ ῥήτορι παρὰ γνωρίμου νενικηκότος ἐγκωμίῳ φοίνικα καὶ στέφανόν τινα τῶν πλεκτῶν κομίζων.

ὁ δὲ ταῦτα μὲν δεξιωσάμενος ἀπέπεμψε πάλιν, ἔφη δ ἀπορεῖν, τί δήποτε τῶν ἀγώνων στέφανον ἄλλος ἄλλον ἔχει, τὸν δὲ φοίνικα κοινῇ πάντες.

"πείθουσιν οἱ τὴν ἰσότητα τῶν φύλλων, οἱο῀ν ἀντανισταμένων ἀεὶ καὶ συνεκτρεχόντων, ἀγῶνι καὶ ἁμίλλῃ παραπλήσιόν τι ποιεῖν φάσκοντες, αὐτήν τε τὴν νίκην παρὰ τὸ μὴ εἶκον ὠνομάσθαι: "καὶ γὰρ ἄλλα πάμπολλα μονονοὺ μέτροις τισὶ καὶ σταθμοῖς ἀκριβῶς τὴν τροφὴν διανέμοντα τοῖς ἀντιζύγοις πετάλοις ἰσότητα θαυμαστὴν καὶ τάξιν ἀποδίδωσιν ἔτι δ ἀπιθανώτεροι τούτων εἰσὶν οἱ τὸ κάλλος καὶ τὴν εὐφυϊάν ἀγαπῆσαι τοὺς παλαιούς, ὡς Ὅμηρον ἔρνεϊ φοίνικος ἀπεικάσαντα τὴν ὡρ´αν τῆς Φαιακίδος, ὑπονοοῦντες. "οὐ γὰρ ἀγνοεῖτε δήπουθεν, ὅτι καὶ ῥόδοις καὶ λυχνίσιν, ἔνιοι δὲ καὶ μήλοις καὶ ῥοιαῖς ἔβαλλον ὡς καλοῖς: "γεραίροντες ἀεὶ τοὺς νικηφόρους. "ἀλλ οὐδὲν οὕτως ἐπιφανῶς ἐκπρεπέστερον ἔχει τῶν ἄλλων ὁ φοῖνιξ, ἅτε μηδὲ καρπὸν. ἐν τῇ Ἑλλάδι φέρων ἐδώδιμον ἀλλ ἀτελῆ καὶ ἄπεπτον. "εἰ γάρ, ὥσπερ ἐν Συρίᾳ καὶ ἐν Αἰγύπτῳ, παρεῖχε τὴν βάλανον, ὄψει τε θεαμάτων καὶ γλυκύτητι τραγημάτων πάντων ἥδιστον, οὐκ ἂν ἦν ἕτερον αὐτῷ παραβαλεῖν. ὁ γοῦν βασιλεύς, ὥς φασιν, ἀγαπήσας διαφερόντως τὸν Περιπατητικὸν φιλόσοφον Νικόλαον, γλυκὺν ὄντα τῷ ἤθει ῥαδινὸν δὲ τῷ μήκει τοῦ σώματος διάπλεων δὲ τὸ πρόσωπον ἐπιφοινίσσοντος ἐρυθήματος, τὰς μεγίστας καὶ καλλίστας τῶν φοινικοβαλάνων Νικολάους ὠνόμαζε, καὶ μέχρι νῦν οὕτως ὀνομάζονται. ταῦτ εἰπὼν ὁ Ἡρώδης οὐκ ἀτερπέστερον ἐμβάλλειν ἔδοξε τοῦ ζητουμένου τὸ περὶ τοῦ Νικολάου.

"προθυμητέον, ὡς ἕκαστος αὑτόν τις ἔπεισε, συνεισενεγκεῖν εἰς τὸ ζητούμενον.

"ἐγὼ δ εἰσφέρω πρῶτος, ὅτι δεῖ τὴν τῶν νικηφόρων δόξαν ἄφθιτον, ὡς ἀνυστὸν ἐστι, καὶ ἀγήρων διαμένειν: "ὁ δὲ φοῖνιξ μακρόβιον μέν ἐστιν ἐν τοῖς μάλιστα τῶν φυτῶν, ὥς που καὶ τὰ Ὀρφικὰ ταῦτα μεμαρτύρηκε ζῶον δ ἴσον ἀκροκόμοισιν φοινίκων ἔρνεσσιν, μόνῳ δ αὐτῷ σχεδὸν ὑπάρχει τὸ κατὰ πολλῶν ὡς ἀληθῶς λεγόμενον: "τί δὲ τοῦτ ἔστι· "τὸ ἐμπεδόφυλλον εἶναι καὶ ἀείφυλλον: "οὔτε γὰρ δάφνην οὔτ ἐλαίαν οὔτε μυρσίνην οὔτ ἄλλο τι τῶν μὴ φυλλορροεῖν λεγομένων ὁρῶμεν ἀεὶ ταὐτὰ φύλλα διατηροῦν, ἀλλὰ τοῖς πρώτοις ἀπορρέουσιν ἑτέρων ἐπιβλαστανόντων, ὥσπερ πόλεις, ἕκαστον ἀείζωον διαμένει καὶ ἀμείλικτον ὁ δὲ φοῖνιξ οὐθὲν ἀποβάλλων ἀφ αὑτοῦ τῶν φυομένων, βεβαίως ἀείφυλλός ἐστι: "καὶ τοῦτο δὴ τὸ κράτος αὐτοῦ μάλιστα τῆς νίκης τῷ ἰσχυρῷ συνοικειοῦσι. "τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας:

"αὐτοὶ δ ἀφ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῷ λόγῳ συμβάλλεσθαι· "καίτοι δοκῶ μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλῳ Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος καὶ σπάδιξ ὠνομάσθη. "ἄδηλα, καὶ τοῦ Θησέως αὐτοῦ πυνθάνεσθαι φήσουσιν, ᾧτινι λόγῳ φοίνικος, οὐ δάφνης οὐδ ἐλαίας, κλάδον ἀπέσπασεν ἀγωνοθετῶν.

σκόπει δή, μὴ Πυθικόν ἐστι τὸ νικητήριον, ὡς: "Ἀμφικτύονος: "κἀκεῖ πρῶτον ἐπὶ τιμῇ τοῦ θεοῦ δάφνῃ καὶ φοίνικι τοὺς νικῶντας ἐκόσμησαν, ἅτε δὴ καὶ τῷ θεῷ μὴ δάφνας μηδ ἐλαίας ἀλλὰ φοίνικας ἀνατιθέντες, ὡς ἐν Δήλῳ Νικίας χορηγήσας Ἀθηναίων καὶ ἐν Δελφοῖς Ἀθηναῖοι καὶ Κύψελος πρότερον Κορίνθιος ἐπεὶ καὶ φίλαθλος ἄλλως καὶ φιλόνικος ἡμῖν ὁ θεός, αὐτὸς ἐν κιθαρίσει καὶ ᾠδῇ καὶ βολαῖς δίσκων, ὡς δ ἔνιοί φασι, καὶ πυγμῇ ἁμιλλώμενος: "ἀνθρώποις δὲ προσαμύνων ἀγωνιζομένοις, ὡς Ὅμηρος ἐμαρτύρησε, τὸν μὲν Ἀχιλλέα λέγοντα ποιήσας ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω, πὺξ μάλ ἀνασχομένω πεπληγέμεν ᾧ δέ κ᾿ Ἀπόλλων δώῃ καμμονίην . . . τῶν δὲ τοξοτῶν τὸν μὲν εὐξάμενον τῷ θεῷ κατορθῶσαι καὶ λαβεῖν τὰ πρωτεῖα: "τὸν δὲ γαῦρον ἀστοχῆσαι τοῦ σκοποῦ, μὴ εὐξάμενον. "καὶ μὴν οὐδ Ἀθηναίους εἰκός ἐστιν Ἀπόλλωνι καθιερῶσαι, τὸ γυμνάσιον ἀλόγως καὶ αὐτομάτως: "ἀλλὰ παρ οὗ τὴν ὑγίειαν ἔχομεν θεοῦ, τοῦτον εὐεξίαν τε διδόναι καὶ ῥώμην ἐπὶ τοὺς ἀγῶνας ᾤοντο. "κούφων δὲ καὶ βαρέων ἀγωνισμάτων ὄντων, πύκτῃ μὲν Ἀπόλλωνι Δελφούς, δρομαίῳ δὲ Κρῆτας ἱστοροῦσι θύειν καὶ Λακεδαιμονίους. "σκύλων δὲ Πυθοῖ καὶ ἀκροθινίων καὶ τροπαίων ἀναθέσεις ἆρ, οὐ συμμαρτυροῦσιν ὅτι τῆς εἰς τὸ νικᾶν καὶ κρατεῖν δυνάμεως τῷ θεῷ τούτῳ πλεῖστον μέτεστιν· "οὐχ:

"χ ἱστορίας οὐδὲ περιηγητικῶν ὄδωδε βιβλίων, ἀλλ ἐκ μέσων ἀνεσπασμένα τῶν Περιπατητικῶν τόπων εἰς τὸ πιθανὸν ἐπικεχείρηται, καὶ προσέτι τραγικῶς μηχανὴν ἄραντες, ὦ φίλοι, δεδίττεσθε τῷ θεῷ τοὺς ἀντιλέγοντας. "ὁ μὲν οὖν θεός, ὥσπερ προσήκει, πᾶσιν ἴσος ἐστὶ μετ εὐμενείας: "ἡμεῖς δ ἑπόμενοι Σώσπιδι καλῶς γὰρ ὑφηγεῖται πάλιν ἐχώμεθα τοῦ φοίνικος· "ἀμφιλαφεῖς τῷ λόγῳ λαβὰς διδόντος. "Βαβυλώνιοι μὲν γὰρ ὑμνοῦσι καὶ ᾄδουσιν ὡς ἑξήκοντα καὶ τριακόσια χρειῶν γένη παρέχον αὐτοῖς τὸ δένδρον: "ἡμῖν δὲ τοῖς Ἕλλησιν ἣκιστα μέν ἐστι χρειώδης, ἀθλητικῆς δὲ φιλοσοφίας καὶ τὸ ἄκαρπον ἂν εἰή: "κάλλιστος γὰρ ὢν καὶ μέγιστος ὑπ εὐταξίας οὐ γόνιμός ἐστι παρ ἡμῖν, ἀλλὰ τὴν τροφὴν ὥσπερ ἀθλητοῦ περὶ τὸ σῶμα τῆς εὐταξίας ἀναλισκούσης, σμικρὸν αὐτῷ καὶ φαῦλον εἰς σπέρμα περίεστιν. "ἴδιον δὲ παρὰ ταῦτα πάντα καὶ μηδενὶ συμβεβηκὸς ἑτέρῳ τὸ μέλλον λέγεσθαι: "φοίνικος γὰρ ξύλον ἂν ἄνωθεν ἐπιθεὶς βάρη πιέζῃς, οὐ κάτω θλιβόμενον ἐνδίδωσιν, ἀλλὰ κυρτοῦται πρὸς τοὐναντίον ὥσπερ ἀνθιστάμενον τῷ βιαζομένῳ. τοῦτο δὴ καὶ περὶ τοὺς ἀθλητικοὺς ἀγῶνάς ἐστι: "τοὺς μὲν γὰρ ὑπ ἀσθενείας καὶ μαλακίας εἴκοντας αὐτοῖς πιέζουσι κάμπτοντες, οἱ δ ἐρρωμένως ὑπομένοντες τὴν ἄσκησιν οὐ μόνον τοῖς σώμασιν ἀλλὰ καὶ τοῖς φρονήμασιν ἐπαίρονται καὶ αὐξοῦνται.

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION