- 텍스트

Plutarch, Quaestiones Convivales, book 8, Διὰ τί τῆς ἡμέρας ἠχωδεστέρα ἡ νύξ.? 18:

(플루타르코스, Quaestiones Convivales, book 8, Διὰ τί τῆς ἡμέρας ἠχωδεστέρα ἡ νύξ. 18:)

"ὦ Θράσυλλε, μὴ τοῦτο μὲν αἱ νυκτομαχίαι καὶ νυκτοπορίαι τῶν μεγάλων στρατοπέδων ἐλέγχουσιν, οὐδὲν ἧττον ἠχωδεστέρας ποιοῦσαι τὰς φωνάς, καίπερ ἐν ταραχῇ καὶ σάλῳ τοῦ ἀέρος ὄντος. "ἔχει δέ τι καὶ τὸ παρ ἡμᾶς αἴτιον: "αὐτοὶ γὰρ ὧν φθεγγόμεθα νύκτωρ τὰ πολλὰ θορυβώδη καὶ μετὰ πάθους ἐπείγοντος ἐγκελευόμεθά τισιν ἢ διαπυνθανόμενοι συντόνους ποιούμεθα τὰς γεγωνήσεις. "τὸ γάρ, ἐν ᾧ μάλιστα καιρῷ πεφύκαμεν ἡσυχίαν ἄγειν, ἐξανιστὰν ἡμᾶς ἐπὶ πράξεις καὶ λόγους οὐ μικρὸν οὐδ ἀτρεμαῖόν ἐστιν, ἀλλὰ μέγα καὶ μεγάλης τινὸς ἀνάγκῃ χρείας ἐπιταχυνόμενον, ὥστε καὶ τὰς φωνὰς φέρεσθαι σφοδροτέρας.

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION